Ancient Greek
P.Zen.Pestm. 54
Documentary Papyri, P.Zen.Pestm. 54
Not analysed yet
Νικαῖος Εὐκλεῖ χαίρειν. ἔχω παρὰ Θεοδώρου ἀνθʼ ὧν ἔδωκα Φυήρει τῶι Ἄραβι εἰς καρτάλλους χαλκοῦ δραχμὰς β εὔστραν δὲ Νικαῖος ὁ γεωργὸς οὐκ ἔδωκεν. τὸ δὲ παράσιρον τὸ στυππέϊνον ἐν ὧι τὰς λ ἀρτάβας τῶν ἀλφίτων κατήγαγον αγω…το εἰς Ἀλεξάνδρειαν …ἐπίκουρος οὐχ …τὰ ἄλφιτα …ἐν Μέμφει …καὶ τὰς εἰς τ… καὶ τὰς κριθ …σφυρίδας διαρτάβους ι καὶ εἰς τὰ κάρυα ἄλλας σφυρίδας γ καὶ εἰς τὰ σίσαρα α τὰς πάσας σφυρίδας διαρτάβους κη. διὸ ἀπεχρησάμεθα τῆι δέρρει . τὰ δὲ γ καρτάλλια ἅ μοι συνέθηκας καταλέλοιπα Θεοδώρωι καὶ τὰ ὀνικὰ μώστια δύο . ἔρρωσο. Φαμενὼθ ιϛ. παρὰ Νικαίου ξενιαγοῦ.