Ancient Greek
P.Zen.Pestm. 56
Documentary Papyri, P.Zen.Pestm. 56
Not analysed yet
Ζήνων Κλειτάρχωι χαίρειν. παραγενόμενος Σπινθὴρ ὁ παρὰ Ἡρακλείδου ἀνήγγειλεν ἡμῖν ἀνειληφότα σε τοὺς λόγους εὑρίσκειν ἐν τῆι τοῦ λδ ἔτους εἰσμετρήσει πλείω ἀνενηνοχότα αὐτόν. ἔρρωσο. ἔτους λε Θῶυθ α. Ζήνων Κλειτάρχωι χαίρειν. παραγενόμενος Σπινθὴρ ὁ παρὰ Ἡρακλείδου ἀνήγγειλεν ἡμῖν ἀνειληφότα σε τοὺς λόγους εὑρίσκειν ἐν τῆι τοῦ λδ ἔτους εἰσμετρήσει πλείω ἀνενηνοχότα αὐτὸν κριθῶν ἀρτάβας Θχκη 𐅵ιβ. θαυμάζω οὖν, εἰ μὴ παρηκολουθήκεις· εἰς γὰρ τὸ πλῆθος τοῦτο τὸν μὲν ἐν ταῖς πάσαις κώμαις συναγήοχεν παρὰ τῶν κληρούχων, τὸν δὲ λοιπὸν ἀπὸ τοῦ γινομένου αὐτῶι κατέργου εἰς τὸ λϛ ἔτους αποδ…δ… τούτου γὰρ χάριν καὶ τὸ σύμβολον ἐλάβομεν παρʼ αὐτοῦ ὅτι ἀπέχει . ἀνάφερε οὖν τὰς Θχκη 𐅵ιβ καὶ …ἐπιμελές ἐστιν, ὅπως τὸ πλῆθος τοῦτο ὑπάρχηι. ἔρρωσο. ἔτους λε Θῶυθ α. Κλειτάρχωι.