Ancient Greek
P.Zen.Pestm. 64
Documentary Papyri, P.Zen.Pestm. 64
Not analysed yet
……τομωτερον …ε τομὴν …τὸ ξύλον καὶ τὴν …ἀρξάμενοι ἐν τῶι Χοιάκ, συντελέσουσιν ἔσχατον τῶι Τῦβι. τὴν δὲ βλαστολογίαν ποιήσουσιν ἀκολουθοῦντες ἀεὶ …βλαστῶι φανεροῦται καρ… καὶ ἐγβάλλει πολλοὺς τοὺς βαρεῖς τῶν καρπῶν, ἵνα μὴ ὑπʼ ἀνέμου …ωσι, ἕως τοῦ ὥραν γενέσθαι κατάγειν τὸν βλαστόν. χαρακώσουσι δὲ τὸν βλαστόν, ὅσαι ἂν δυναταὶ ὦσι τῶν ἀμπέλων πρὸ τοῦ ἀπανθεῖν, τὰς δὲ λοιπὰς πάσας ὡς ἂν ἄρξωνται ὀρίζειν, καὶ συντελέσουσιν τήν τε χαράκωσιν τοῦ βλαστοῦ καὶ τὸν …μὸν τῶν ἀμπέλων ἕως τοῦ Φαρμοῦθι. ὑποφυλλώσουσιν δὲ ὅσας ἂν χρήσιμον ἦι ἐν τῶι Παχώνς.