Ancient Greek
A.r.1 to A.v.26
Documentary Papyri, P.Zen.Pestm. A.r.1-A.v.26
Not analysed yet
Στοθοῆτις αν…γραφ Ἀπολλωνίωι. ἔτους κζ καὶ Αἰγυπτίων δὲ τὸ αὐτὸ μηνὸς Φαῶφι …οἰκονομοῦντος …νωνος ἀντιγραφομένου Διοδώρου. λίψ νότος βορρᾶς ἀπηλιώτης ἔστιν ἡ περίμετρος τῶν μυρίων ἀρουρῶν σχοινία υ, χώματα δὲ δ, καὶ ἐν μέσωι ἀπὸ νότου εἰς βορρᾶν χώματα γ ἀπέχοντες ἀπʼ ἀλλήλων σχοινία κε, καὶ ἄλλοι διαπλευρισμοὶ ἀπὸ ἀπηλιώτου εἰς λίβα θ, ἀπέχοντες ἀπʼ ἀλλήλων σχοινία δέκα ὥστε εἶναι ἐν ταῖς μυριάσι α ἀρούραις περιχώματα ἀνὰ ἀρούρας σν, ὧν ἡ μέτρησις κε ἐπὶ ι, ὡς διαγέγραπται ἐν τῶι πλινθείωι γίνονται χώματα ιϛ ἀνὰ σχοινία ρ γίνονται Αχ, ὧν δεῖ τὴν ἀνασκαφὴν γενέσθαι. Πλάτος μὲν τοῦ ὀρύγματος πήχεις δ, βάθος δὲ β, ὃ ὑποτιθέμεθα ἐκ τοσούτου ἂν ὀρύγματος γενέσθαι τὰ ὑποκείμενα μέτρα τῶν χωμάτων· γίνεται οὖν εἰς τὸ σχοινίον ναύβια πϛ, εἰς δὲ τὰ Αχ ναυβίων μυριάδων ιγ Ζχ · καὶ ὑδραγωγῶν δʼ ὧν δεῖ γενέσθαι πρὸς ταῖς ὑπαρχούσαις δ ἄλλας δ, ἀνὰ σχοινία ρ γίνονται σχοινία υ ἀνὰ πϛ γίνονται ναύβια μυριάδες γ Δυ γίνονται μυριάδες ιζ Β ἐὰν μὲν κατὰ χειμῶνα συντελῆται τὰ ἔργα, τίθεμεν ἔσεσθαι εἰς ο τοῦ στατῆρος, ὥστε εἶναι τάλαντον α δραχμὰς Γωλδ· ἐπιβάλλει τῆι ἀρούραι δραχμὴ α …χωρὶς τῶν καταφερῶν πεδίων, ὧν δεῖ προσθεῖναι τὰ πλείω ἔργα τῶν χωμάτων, ἐπειδὴ συνεχῆ τὰ χώματα δεῖ γενέσθαι. ταῦτα μὲν οὖν ἐπὶ τῆς μισθώσεως ἐπισημανούμεθα τά τε πλήθη τῆς γῆς καὶ τὸ ἀνήλωμα τὸ πλείω ἐσόμενον. τῶν δὲ προϋπαρχόντων χωμάτων των ἐν τοῖς διαπλευρισμοῖς τούτοις, ὅσα ἂν ἐνπίπτηι χρηστὰ ὄντα πρὸς τὴν ὑποκειμένην θέσιν τῶν χωμάτων, ὑπολογηθήσεται τοῖς μισθουμένοις εἰς τὸ ὑποκείμενον ἀνήλωμα· ὡσαύτως δὲ καὶ ἐάν τινες διώρυγες συναπτωσιν άπτωσιν τοῖς χώμασιν κατὰ τὰ αὐτά. ἐὰν δὲ μὴ πρὸ τοῦ θερισμοῦ συντελῆται, συντελεῖται εἰς τὸ ὑποκείμενον εἰς ν γίνονται τάλαντα β δραχμαὶ Αψξ γίνονται ἀνὰ α ὀβολοὶ β δ. καὶ τῶν καταφερῶν τόπων δεήσει προσθεῖναι τὴν διαφορὰν τῶν σύνεγγυς χωμάτων·