Ancient Greek
P.Zen.Pestm. Suppl. D
Documentary Papyri, P.Zen.Pestm. D
Not analysed yet
Ζήνων Φανίαι χαίρειν. εἰ ἔρρωσαι εὖ ἂν ἔχοι, ὑγιαίνομεν δὲ καὶ καὶ αὐτοί. …αχος ὁ τὴν ἐπιστολήν σοι ἀποδιδούς ἐστιν τῶν περὶ Φιλαδέλφειαν καταμεμετρημένων ἱππέων, υἱὸς δὲ Νικάνδρου τοῦ πρότερον ὑπὸ Ἱππίαν ὑποστρατηγήσαντος ἐν Ὀξυρύγχοις. ἠκληρηκότος δὲ τοῦ πατρὸς αὐτοῦ καὶ ὄντος ἐν κατοχῆι οἴεται δεῖν μὴ ἐγκαταλείπειν καθάπερ δίκαιον καὶ ὅσιόν ἐστιν, καταπλεύσαντα δὲ εἰς Ἀλεξάνδρειαν ἐντυχεῖν Ἀπολλωνίωι καὶ δεηθῆναι, ἵνα παραιτηθῆι. οὐ κρίνων ἄνευ σοῦ ἐκ τοῦ τεταγμένου κινηθῆναι ἠξίωσεν ἡμᾶς γράψαι σοι. καλῶς οὖν ποιήσεις ἐπιχωρήσας αὐτῶι. ἔρρωσο. ἔτους λη Θῶυθ κδ. Φανίαι.