Ancient Greek
1.1 to 1.9
Documentary Papyri, Pap.Agon. 1.1-9
Not analysed yet
Τιβέριος Κλαύδιος Καῖσαρ Σεβαστὸς Γερμανικός, ἀρχιερεὺς μέγιστος, δημαρχικῆς ἐξουσίας τὸ β, ὕπατος τὸ γ, αὐτοκράτωρ τὸ δ, πατὴρ πατρίδος, τοῖς ἀπὸ τῆς οἰκουμένης περὶ τὸν Διόνυσον ἱερονίκαις, στεφανίταις καὶ τοῖς τούτων συναγωνισταῖς χαίρειν· τὰς μὲν εἰκόνας ὃν τρόπον εὐσεβούμεθα μετὰ τῆς πρεπούσης τιμῆς ἀνιστάνειν ἐπιτρέπω, τὰ δὲ ὑπὸ τοῦ θεοῦ Σεβαστοῦ δεδομένα ὑμῖν νόμιμα καὶ φιλάνθρωπα συντηρῶ. οἱ πρεσβεῖς ἦσαν Κλαύδιος Φοῖβος, Κλαύδιος Ἐπάγαθος, Κλαύδιος Διονύσιος, Κλαύδιος Θάμυρις, Κλαύδιος Κάστωρ, Ἀντώνιος Νατάλειος υἱός, Λόγιος …. ἔρρωσθε. ἐγένετο ἐν Ῥώμῃ Τιβερίῳ Κλαυδίῳ Καίσαρι Σεβαστῷ καὶ Οὐιτελλίῳ τὸ β ὑπάτοις. Κεφάλαιον ἐκ διατάγματος θεοῦ Ἁδριανοῦ περὶ τῶν δοθεισῶν δωρεῶν τῇ συνόδῳ· ὧν δέ εἰσιν ἀσυλία, προεδρία, ἀστρατία, λειτουργιῶν δημοσίων ἀτέλεια, ἀτελῆ ἔχειν ὅσα ἂν ἐπάγωνται χρείας ἰδίας ἢ τῶν ἀγώνων ἕνεκα, μὴ κρίνειν, μὴ καθιστάνειν ἐγγυητάς, ἀνεισφορίας αὐτῶν, συνθυσίας, μὴ δέχεσθαι πρὸς ἀνάγκην ξένους, μὴ εἴργεσθαι μηδὲ ἄλλῃ τινὶ φρουρ …ἐπιστολὴ θεοῦ Σεουήρου· ἦν εἰκὸς ὑμᾶς τοὺς τὴν ἱερὰν σύνοδον νέμοντας ἐν τῇ πατρίδι μου ἡσθῆναι ἐπὶ τῷ εἰς ἐμὲ περιεληλυθέναι τὴν τῶν ὅλων κηδεμονίαν καὶ βασιλείαν καὶ διὰ ψηφίσματος φανερὰν ποιῆσαι τὴν γνώμην ἣν ἔχετε πρὸς ἡμᾶς· εὐχαριστεῖν δὲ ἐπὶ τούτοις βουλόμενος, ὁπόσα εἴχετε ἐξ ἀρχῆς ὑπὸ τῶν πρὸ ἐμοῦ αὐτοκρατόρων δεδομένα ὑμῖν δίκαια καὶ φιλάνθρωπα, ταῦτα καὶ αὐτὸς φυλάττω, προσαύξειν ἐθέλων καὶ διὰ τιμῆς ἄγειν ἄνδρας μουσικοὺς καὶ ταῖς πρὸς τὸν Διόνυσον θρησκείαις ἀνακειμένους. εὐτυχεῖτε. θεῶν Σεουήρου καὶ Ἀντωνείνου· τοῖς ψηφίσμασιν ὑμῶν καὶ πάνυ πεφροντισμένως ἐνετύχομεν ὡς μήτε ὑστερεῖν τι υ῾μῖν τῶν ὑπαρχόντων δικαίων μήτε …μήτε τι τῶν ἐκ παλαιοῦ νενομισμένων μήτε τι τῶν ἐπὶ τὸ βέλτιον παρεσχημένων. εὐτυχεῖτε. Θεοῦ Ἀλεξάνδρου. ὅσα θεῷ Ἀντωνείνῳ πατρὶ ἐμῷ καὶ θεῷ Σεουήρῳ πάππῳ μου καὶ τοῖς ἄνωθεν προγόνοις ἐκρίθη περὶ ὑμῶν καὶ τῶν δεδομένων ὑμῖν δικαίων, πολλάκις ἀπεφηνάμην ὅτι κύρια εἶναι. οἱ καθʼ ἑκάστην πανήγυριν ἀγωνοθέται πειθαρχήσουσιν.