Ancient Greek
6.82 to 6.102
Documentary Papyri, Pap.Agon. 6.82-102
Not analysed yet
Πόπλιος Αἴλιος Εὐκτήμων, ἀρχιγραμματεὺς ξυστοῦ, γραμματεύσας τῆς συνόδου, ἐτέλεσα. Φωτίων Καρπίωνος Λαδικεὺς καὶ Ἐφέσιος, πύκτης ὀλυμπιονίκης …ης παράδοξος, ἄρχων τῆς ἱερᾶς ξυστικῆς περιπολιστικῆς συνόδου, ὑπέγραψα ἱερασαμένῳ ἐπʼ ἐμοῦ ἀγῶνι ἱερῷ εἰσελαστικῷ εἰς τὴν οἰκουμένην κοινῷ τῆς Ἀσίας ἐν Σάρδεσιν Ἑρμῖνον τὸν καὶ Μῶρον Ἑρμοπολείτην δηνάρια ν. …Ζωσίμου Φιλαδελφεὺς καὶ Ἐφέσιος καὶ Τραλιανὸς δρομεὺς ὀλυμπιονίκηςπαράδοξος, ἄρχων τῆς ἱερᾶς ξυστικῆς περιπολιστικῆς συνόδου ὑπέγραψα ἱερασαμένου ἐπὶ ἐμου ἀγῶνος ἱεροῦ εἰσελαστικοῦ εἰς τὴν οἰκουμένην κοινῶν Ἀσίας ἐν Σάρδισι Ἑρμῖνον τὸν καὶ Μῶρον Ἑρμοπολίτην δηνάρια ν. Γλύκων δὶς Θυατειρηνός, ἀλείπτης, παράδοξος, ἀργυροταμίας ἱερᾶς ξυστικῆς περιπολιστικῆς συνόδου, ὑπέγραψα. Μᾶρκος Αὐρήλιος Δημόστρατος Δαμᾶς ὁ ἀρχιερεὺς τοῦ σύνπαντος ξυστοῦ καὶ ξυστάρχης, ἐπὶ βαλανείων Σεβαστοῦ, ὑπέγραψα Ἑρμείνῳ τῷ καὶ Μώρῳ Ἑρμοπολείτῃ πύκτῃ ἱερασαμένῳ δηνάρια ν. Κυιντίλιος Καρποφόρος Ἐφέσιος …α… γραμματεύων τῆς συνόδου ὑπέγραψα.