Ancient Greek
Pap.Choix 15
Documentary Papyri, Pap.Choix 15
Not analysed yet
Ἀντώνιος Διονυσίωι τῶι φιλτάτωι χαίρειν. ἐπιβὰς τῆς Ἰταλικῆς χώρας ἀναγκαῖον ἡγησάμην δηλῶσαι ὅτι ἔρρωμαι σὺν τοῖς ἐμαυτοῦ πᾶσι, βραδυπλοίαι μὲν χρησάμενος οὐ μὴν δυσπλοίαι. τό τε σωμάτιόν μου οὐδενὸς ἐπειράθη δυσχεροῦς τῶν εἰωθότων γίνεσθαι καὶ μάλιστα τοῖς πρῶτον πλέουσιν. ἐρρωμένοι επ…ι…τα λι…ι… τὸν πατέρα …τ…φο… ἄσπασαι ἐγράφη ἐν Ποτιόλοις Παῦνι δ. Διονυσίῳ ἐπιτρόπῳ Ἀντωνίου Πτολεμαίου.