Ancient Greek
Pap.Choix 19
Documentary Papyri, Pap.Choix 19
Not analysed yet
Αὐρηλίῳ Οὐαλεριανῷ ἑκατοντάρχῃ παρὰ Σατύρου Μάρωνος ἀπὸ κώμης Καρανίδος τῆς Ἡρακλείδου μερίδος. νυκτὶ τῇ φερούσῃ εἰς τὴν ἐνεστῶσαν ἡμέραν ἥ ἐστιν ιη ἐνεπρήσθη μου ζωφυτοῦντα ἀκάνθια φυτὰ ἅπαντα οὗ ἔχω περὶ κώμην τὴν προκειμένην ἐλαϊκοῦ κτήματος ὡς ἐκ τούτου οὐκ ὀλίγον μοι βλάβος ἐπικεκλούθηκε ἀλλʼ ὑπὸ τίνων ἀγνοῶ· ὅθεν κατὰ τὸ ἀναγκαῖον ἐπιδίδωμι αὐτὸ τοῦτο φανερόν σοι ποιῶν πρὸς τὸ μένειν μοι τὸν λόγον πρὸς τοὺς φανησομένους αἰτίους. διευτύχει. Σάτυρος ἐπιδέδωκα. ἔτους κβ Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ μεγίστου Βρετανικοῦ μεγίστου Εὐσεβοῦς Σεβαστοῦ Μεσορὴ ιθ.