Ancient Greek
PSI 1 30
Documentary Papyri, Psi 1 30
Not analysed yet
Ἑλένη Ἑρμαίου μετὰ κυρίου τοῦ ἐμαυτῆς ἀνδρὸς Σαραπίωνος Ἀντᾶ Εὐτυχίδηι Εὐδαίμωνος πρεσβυτέρου χαίρειν. μεμίσθωκά σοι εἰς ἔτη ἓξ ἀπὸ τοῦ ἐνεστῶτος β ἔτους Δομιτιανοῦ Καίσαρος Σεβαστοῦ, βροχὰς σπόρους καὶ καρποὺς ἕξ ,τὰς ὑπαρχούσας μοι ἐκ τοῦ Μενελάου κλήρου περὶ …Πατρὴ ἄνω ἀρούρας δεκατέσσαρας, ἐκφορίου ἀποτάκτου τῶν προκειμένων ἀρουρῶν κατ᾽ ἔτος πυροῦ ἀρτάβας ἑβδομήκοντα πέντε, γίνονται πυροῦ ἀρτάβαι οε μέτρωι Ἀθηναίωι ἑκτημόρωι Παυβάστιος Ὥρου τῶν ἀπὸ κώμης Τέρτον Σαμωού. αὐτόθεν δὲ μεμέτρημαι παρὰ σοῦ διὰ Σαραπίωνος ἀνδρός μου καὶ διὰ Εὐδαίμωνος πατρός σου πάντα τὰ προκείμενα ἐκφόρια τῆς ἑξαετίας, ὅ ἐστιν δὲ ἀπὸ τοῦ ἐνεστῶτος β ἔτους μέχρι ἑβδόμου ἔτους καὶ αὐτοῦ τοῦ ζ ἔτους πλήρης εἰμὶ καὶ οὐδέν σοι ἐγκαλῶ περὶ οὐδενὸς ἁπλῶς, ὄντων τῶν δημοσίων πάντων σιτικῶν τε καὶ ἀργυρικῶν πρὸς ἐμέ. ἐν δὲ τῶι ἑβδόμωι ἔτει τῶι ἐσχάτωι ἐνιαυτῶι ἐν μηνὶ Ἐπὶφ μετρήσομαι παρὰ σοῦ ἄλλας πυροῦ ἀρτάβας δεκαοκτώ, γίνονται πυροῦ ἀρτάβαι ιη, μέτρωι ἑκτημόρωι τοῦ αὐτοῦ Παυβάστιος Ὥρου. ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ μηνὸς Σεβαστοῦ τριακάδος. Σαραπίων Ἑλένης ἐπιγέγραμμαι τῆς γυναικός μου κύριος καὶ παρείληφα πάντα τὰ ἐκφόρια καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα.