Ancient Greek
PSI 1 42
Documentary Papyri, Psi 1 42
Not analysed yet
ὁμολογεῖ Αὐρήλιος Κάστωρ Σαραπίωνος μητρὸς …ἀπὸ κώμης Θεοξενίδος ὡς ἐτῶν νη οὐλὴ …Αὐρηλίῳ Ἀνατολείῳ βουλευτῇ τῆς Ἀρσινοιτῶν πόλεως διὰ Μέλανος προνοητοῦ ἔχειν παρʼ αὐτοῦ τὸν ὁμολογοῦντα ἐν μηνὶ Παῦνι σὺν ἡμιολείᾳ πυροῦ ἀρτάβας τριακονταὲξ καὶ κριθῆς ἀρτάβας ἕξ ,ὧν καὶ τὴν ἀπόδοσιν ἐπάναγκον ποιήσεται ὁ ὁμολογῶν Αὐρήλιος Κάστωρ Αὐρηλίῳ Ἀνατολείῳ διὰ Μέλανος προνοητοῦ τὰς πυροῦ ἀρτάβας τριακονταὲξ καὶ κριθῆς ἀρτάβας ἓξ ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ἔτους τῆς παρούσης ἰνδικτίονος ι ἐν τῇ προκιμένῃ κώμῃ μέτρῳ τετραχοινίκῳ ἀνυπερθέτως, καὶ ἐπὶ τῆς ἀπαιτήσεως γίνεσθαί σοι τῷ Αὐρηλίῳ Ἀνατολείῳ διὰ Μέλανος προνοητοῦ τὴν πρᾶξιν ἔκ τε