Ancient Greek
PSI 1 47
Documentary Papyri, Psi 1 47
Not analysed yet
παρὰ Ἀμμωνιανοῦ ῥιπαρίου κεφαλαιωτῇ καὶ εἰρηνάρχαις κώμης Θώλθεως. ἀπέκαμον τὸ λοιπὸν φ… παρα τῶν κεκτημένων ἐν τῇ ὑμῶν πεδιάδι, ὡς τῶν ἀγροφυλάκων παραμελούντων τὴν παραφυλακὴν τοῦ ἀγροῦ καὶ μὴ κωλυόντων τοὺς τολμῶντας λυμαίνεσθαι τῷ ἀγρῷ. μὰ τὸν παντοκράτορα θεὸν, ἐὰν ἡ αὔριον παρέλθῃ καὶ μὴ ἀπαντήσητε φέροντες αὐτοὺς ἐπὶ τὴν πόλιν, ἔτι γε μὴν καὶ τοὺς ταῦτα τολμήσαντας, ποιῶ τὸν κύριον μου τὸν τριβοῦνον ἐπιστῆναι οὐ τῇ κώμῃ ἀλλὰ ταῖς οἰκίαις ὑμῶν, καὶ ὅσα ἔχετε ἐν ταῖς οἰκίαις ὑμῶν ποιῶ ἀναλωθῆναι τοῖς στρατιώταις. καὶ μὴ νομίσητε ὅτι ἄλλος τις ἔχει παθεῖν τι ἐν τῇ κώμῃ εἰ μὴ ὑμεῖς μόνοι οἱ κεφαλαιωταί.