Ancient Greek
PSI 1 63
Documentary Papyri, Psi 1 63
Not analysed yet
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν, μηνὶ Φαῶφι κθ ἰνδικτίονος τρεισκαιδεκάτης ἐγὼ Ἰοῦστος οἰνοπράτης υἱὸς Σερήνου μητρὸς Φιλοξένας ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως ὑμῖν Ἀπίου υἱῷ Φοιβάμμωνος καὶ Ἀβρααμίῳ υἱῷ Ἀλλᾶ ὁρμωμένοις ἀπὸ κώμης Μικτόλεως τοῦ Ἀρσινοείτου νομοῦ, ὁμολογῶ ἐσχηκέναι παρʼ ὑμῶν ἐντεῦθεν ἤδη ἐν χρήσει ἐις ἰδίας μου καὶ ἀναγκαίας χρείας χρυσοῦ νόμισμα ἓν εἰς κεράτια δεκαεπτὰ ἰδιωτικῷ ζυγῷ, γίνεται χρυσοῦ νόμισμα α κεράτια ιζ ἰδιωτικῷ ζυγῷ, καὶ τοῦτο ὁμολογῶ παρασχεῖν ὑμῖν ἐν τῇ ὀγδόῃ ἡμέρᾳ τῆς ἑορτῆς τοῦ ἀρχαγγέλου Μιχαὴλ τοῦ Ἁθὺρ μηνὸς τῆς παρούσης τρεισκαιδεκάτης ἰνδικτίονος . κύριον τὸ γραμμάτιον ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα Ἰοῦστος υἱὸς Σερήνου στοιχεῖ μοι τοῦτο τὸ γραμμάτιον ὡς πρόκειται. Ἰοῦστος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος di emu Iustu eteliothh