Ancient Greek
PSI 1 66
Documentary Papyri, Psi 1 66
Not analysed yet
…ἀπὸ τοῦ νῦν εἰς ἅπαντα χρόνον τὴν ὑπάρχουσαν ἡμῖν καὶ ἐλθοῦσαν εἰς ἡμᾶς ἀπὸ μητρῴας κληρονομίας ἄρουραν μίαν τέταρτον ,διακειμένην περὶ τὸν περίβολον τῆς κώμης …σὺν αἱροῦντι αὐτῆς μέρει τοῦ ἐκεῖσε …δεξαμενῆς καὶ πάντων χρυστηρίων καὶ δικαίων, πρὸς τὸ μηδὲν ὑπολείπεσθαι ἡμᾶς …τ…ρ… γείτονες ταύτης νότου γῄδια ἄπα Λ… απ…ουσου, βορρᾶ γῄδιά σου τοῦ ὠνουμένου, ἀπηλιώτου γῄδιά σου τοῦ ὠνουμένου, λιβὸς γῄδια ἄπα Ἰωάννου πρεσβυτέρου, ἢ οἳ ἂν ὦσι γείτονες πάντῃ πάντοθεν, τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης τελείας καὶ ἀξίας χρυσοῦ νομισματίων δεσποτικῶν δικαίων ἀριθμῷ τεσσάρων, γίνεται χρυσοῦ νομισμάτια δ, ἅπερ ἐντεῦθεν ἡμεῖς αἱ προγεγραμμέναι Θέκλα καὶ Ῥαχὴλ ἀπεσχήκαμεν παρὰ σου τοῦ ὠνουμένου διὰ χειρὸς εἰς χεῖρας ἐκ πλήρους, εἰς τὸ εἶναι περὶ σε τὸν ὠνούμενον καὶ τοὺς παρά σου μεταλημψομένους τὴν προγεγραμμένην σοι παρʼ ἡμῶν ὡς πρόκειται δεσποτείαν τὴν προγεγραμμένην ἄρουραν μίαν τέταρτον κυρίαν καὶ κράτισιν χρωμένου σοι περὶ αὐτῆς καὶ οἰκονομοῦντος καὶ διοικοῦντος περὶ αὐτῆς καθʼ ὃν ἐὰν αἱρῇ τρόπον ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον, ἐπὶ τῷ σε τελέσαι καθʼ ἕκαστον ἔτος ὑπὲρ τῆς αὐτῆς ἀρούρας μιᾶς τετάρτου ὑπὲρ τῶν ἀννωνῶν καὶ κανωνικῶν τὸ ὑπερτελὲς καὶ …υσοῦ ἀργυρίου τάλαντα τρισχίλια καὶ σίτου ἀρτάβας τρεῖς καὶ κριθῶν ἀρτάβας ἑκκαίδεκα καὶ ὑπερτελέσαι υ…ς ἀργυρίου τάλαντα ἑξακοσία πεντήκοντα καὶ σίτου ἀρτάβης ἥμισυ καὶ κριθῶν ἀρτάβης τέταρτον ἐπὶ τῷτελέσαι ἀπὸ τῆς σὺν θεῷ τρεισκαιδεκάτης ἰνδικτίονος ἐπὶ τὸ παντελές, τῆς βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσης ἡμῖν ταῖς πωλούσαις, καὶ μὴ ἐπελεύσεσθαι ἡμᾶς μηδʼ ἄλλον τινὰ ὑπὲρ ἡμῶν ἐπί σε τὸν ὠνούμενον μηδὲ ἐπὶ τοὺς παρά σου περὶ μηδενὸς τῆσδε τῆς πράσεως τρόπῳ μηδενί · ἐὰν δὲ ἐπέλθω ἢ μὴ βεβαιώσω ἥ τʼ ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτίσωμεν, ἢ ὁ ὑπὲρ ἡμῶν ἐπελευσόμενος σοὶ τά τε βλάβη καὶ δαπάνημα καὶ ἐπιτίμου ὡς ἴδιον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον τὸ ἰσον, καὶ μηδὲν ἧσσον ἡ πρᾶσις κυρία καὶ βεβαία· καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρηλίαι Ῥαχὴλ Βίκτορος καὶ Θέκλα ἀδελφαὶ αἱ προκείμεναι πεπράκαμεν τὴν προγεγραμμένην ἄρουραν μίαν τέταρτον καὶ ἀπεσχήκαμεν τὰ τῆς τιμῆς χρυσοῦ νομισματίων τεσσάρων καὶ βεβαιώσομεν ὡς πρόκειται καὶ πληρωθέντες ἀπελύσαμεν τὴν πρᾶσιν. Αὐρήλιος Ἰωάννης Ἰσακείου ὁ προκείμενος …τῆς προγεγραμμένης Θέκλα καὶ Ῥαχὴλ ὡς πρόκειται Πακ…ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδυιῶν …ους… α… Ἀπολλῶτος μαρτυροῦμεν τῇ πράσει. καὶ διʼ ἐμοῦ Παῆσις ἐγράφη …