Ancient Greek
PSI 1 73
Documentary Papyri, Psi 1 73
Not analysed yet
ἐμίσθωσεν Αὐρηλία Τερεὺς ἡ καὶ Ἀπολλωνία Πτολεμαίου ἀπʼ Ὀξυρύγχων πόλεως διʼ Αὐρηλίου Ζωίλου Αὐρηλίοις Βησᾶτι Ἁτρέως μητρὸς Τανου… καὶ Σαραπίωνι Βησᾶτος μητρὸς Τ…ος …ις… ἀπὸ τοῦ ἐνεστῶτος ι ἔτους ἐκ τῶν ὑπαρχόντων αὐτῇ περὶ Σενέπτα ἐκ τοῦ Διονυσοφάνους κλήρου ἀρούρας δύο ὥστε ταύτας σπεῖραι καὶ ξυλαμῆσαι, τῷ μὲν ἐνεστῶτι ι ἔτει …ἐκφορίου ἀποτάκτου πυροῦ ἀρτάβας δεκαδύο ἐν θέματι δημοσίῳ, τῷ δὲ εἰσιόντι ια ἔτει χόρτῳ φόρου ἀποτάκτου ἀργυρίου δραχμὰς ὀγδοήκοντα · καὶ ἐκ τοῦ αὐτοῦ κλήρου ἀρούρας τρεῖς ὥστε καὶ ταύτας …αθε…ξυλαμῆσαι …