Ancient Greek
PSI 1 76 Ro
Documentary Papyri, Psi 1 76
Not analysed yet
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου μεγίστου εὐεργέτου καὶ Αὐτοκράτορος καὶ Αἰλίας Σοφίας τῆς εὐσεβεστάτης ἡμῶν δεσποίνης ἔτους …Παχὼν …ἰνδικτίονος ϛ Φλαουία Χριστοδότη σὺν θεῷ ἰλλουστρία θυγάτηρ τοῦ τῆς εὐκλεοῦς μνήμης Ἰωάννου γενομένου πατρικίου σοὶ Φλαουίῳ Εὐσταθίῳ τῷ λαμπροτάτῳ κόμετι καὶ ἀργυροπράτῃ. παρεγγυῶ περὶ τῶν ὑποτεταγμένων. ἡ πίστις τῶν συναλλαγμάτων φυλαττομένη ἐν ἐπαίνῳ τίθησιν τοὺς θεμένους καὶ ἀκραιφνῆ τὴν τῶν συνελθόντων διασώζει διάθεσιν, ὡσπεροῦν καὶ τἀναντία καταπατουμένη σαφῶς ἀπεργάζεται. μέμνηται τοίνυν ἡ ὑμετέρα μεγαλοπρέπεια ὡς ἐγγράφως ἀντεφώνησεν μοι περὶ τοῦ ἐνδοξοτάτου μου ἀδελφοῦ τοῦ κυρίου Κωμήτου χρυσίου λίτρας ἑξηκονταμίαν μετὰ τῶν ἐπισυναγομένων αὐταῖς τόκων εἴσω ῥητῆς προθεσμίας, καὶ ἰδοῦ παρῆλθεν ἡ προθεσμία καὶ τὸ ἱκανὸν οὐκ ἐποίησεν τῇ ἀντιφωνήσει αὐτῆς, ὡς εὐτρεπισθῆναί με λοιπὸν καταλαβεῖν τὴν βασιλίδα τῶν πόλεων καὶ διὰ τῆς εὐτυχοῦς καὶ δικαιοπραγοῦς βασιλείας τῶν δικαίων ἐπιτυχεῖν· ἐγὼ γὰρ λοιπὸν πρὸς οὐδένα ἔχω εἰ μὴ πρὸς τὴν ὑμετέραν λαμπρότητα, τὴν καὶ ὑπεισελθοῦσαν ὑπὲρ τοῦ εἰρημένου ἐνδοξοτάτου μου ἀδελφοῦ πρὸς ἐμὲ τὴν ἀντιφώνησιν τῶν αὐτῶν ἑξηκονταμιᾶς τοῦ χρυσίου λιτρῶν πολλοῖς· ὅτι γὰρ πολλοῖς χρέεσιν προσπαλαίω καὶ καθʼ ἑκάστην ὥραν ἐνοχλοῦμαι παρὰ τῶν δανιστῶν, τοῦτο πᾶσιν δῆλον καθέστηκεν, ἀλλὰ καὶ ἡ ὑπολειφθεῖσά μοι ἀκίνητος οὐσία κατὰ τὴν Ἀρκάδων, ἐξ ἧς ἔχω τὰς ἀναγκαίας μου ἀποτροφάς, μέλλει ἐκ περιστάσεως παραδοθῆναι τοῖς δανισταῖς, ὥστε καὶ τὴν ἐντεῦθεν ζημίαν ἀφορᾶν πρὸς τὴν σὴν λαμπρότητα τὴν μὴ παρασχοῦσάν μοι τὰ ἐνοφειλόμενά μοι παρʼ αὐτῆς ἕως νῦν, ὅπως εὕρω ἐμαυτὴν ἐλευθερῶσαι ἐκ τῶν ἐμῶν δανιστῶν. εἴτε οὖν ἐκ ταύτης τῆς αἰτίας ζημία τις ἐμοὶ προστριβῇ ἢ καὶ κινδυνεύσω περὶ τὴν ὑπολειφθεῖσάν μοι κατὰ τὴν Ὀξυρυγχιτῶν ἀκίνητον οὐσίαν, εἴτε προφάσει ξενιτείας ποιήσω δαπανήματα, ταῦτα μέλλω ἀπατῆσαι τὴν σὴν λαμπρότητα μὴ ἀνεχομένην ἀπραγμόνως τὸ ἱκανόν μοι περιποιῆσαι ἐπὶ τῇ αὐτῆς ἀντιφωνήσει. πρὸς γὰρ ἀναίρεσιν πάσης δικαιολογίας, καὶ ὥστε γνῶναι τὴν ὑμετέραν λαμπρότητα ὡς ἐκ τῆς παρολκῆς αὐτῆς γίνεταί μοι ὑπεύθυνος καὶ εἰς τὰ παρʼ ἐμοῦ ὡς εἰκὸς γινόμενα ἐκ σῆς ὑπερθέσεως δαπανήματα καὶ εἰς τὰ μέλλοντα ἐκ τῆς ἐμῆς οὑσίας λημφθῆναι παρὰ τῶν ἐμῶν δανιστῶν ἐκ τοῦ μὴ δύνασθαί με τὰ παρʼ ἐμοῦ ἐνοφειλόμενα δοῦναι, οἷα δὴ μὴ κομισαμένη παρὰ τῆς ὑμετέρας λαμπρότητος τὰ ἀντιφωνηθέντα μοι παρʼ αὐτῆς ὑπὲρ τοῦ ἐνδοξοτάτου μου ἀδελφοῦ· τῇ οὖν παρούσῃ διαμαρτυρίᾳ ἐχρησάμην πρὸς αὐτὴν πεμφθείσῃ αὐτῇ διὰ τοῦ λογιωτάτου ἐκδίκου τῆς Ἀλεξανδρέων, μεθʼ ὑπογραφῆς ἐμῆς καὶ τῆς αὐτοῦ λογιότητος, ἧς τὸ ἶσον ἔσχον παρʼ ἐμαυτῇ πρὸς οἰκείαν ἀσφάλειαν μεθʼ ὑποσημιώσεως τοῦ εἰρημένου λογιωτάτου ἐκδίκου. ἐνορκῶ δὲ πρὸς τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος καὶ τῆς νίκης καὶ διαμονῆς τῶν καλλινίκων ἡμῶν δεσποτῶν Φλαουίου Ἰουστίνου τοῦ αἰωνίου αὐγούστου μεγίστου εὐεργέτου καὶ αὐτοκράτορος καὶ Αἰλίας Σοφίας τῆς εὐσεβεστάτης ἡμῶν δεσποίνης μὴ ἀποστῆναι τῆς Ἀλεξανδρέων, εἰ μὴ πρῶτον τὸ ἱκανόν μοι ποιήσῃ τοῦ ἀντιφωνηθέντος μοι παρʼ αὐτῆς ὡς εἴρηται χρυσίου