Ancient Greek
PSI 1 79
Documentary Papyri, Psi 1 79
Not analysed yet
Αὐρήλιος Διονύσιος Διονυσίου μητρὸς Βεροῦτος ἀπʼ Ὀξυρύγχων πόλεως Αὐρηλίῳ Ἡρώδῃ γυμνασιαρχήσαντι βουλευτῇ τῆς Ὀξυρυγχειτῶν πόλεως χαίρειν. ὁμολογῶ πεπρακέναι σοι ὄνους μου θηλείας δύο, ὧν μίαν μὲν μέλαιναν ἐνκύμονα, τὴν δʼ ἑτέραν λευκήν, τὰς δύο τετραβόλους, ἅσπερ αὐτόθι παρέλαβες παρʼ ἐμοῦ ταύτας τοιαύτας ἀναπορρίφους· καὶ ἀπέσχον παρά σου τὰς συνπεφωνημένας ὑπὲρ τῶν ὄνων ἀργυρίου δραχμὰς χιλίας πεντακοσίας· γίνονται δραχμαὶ αφ ἐκ πλήρους· καὶ βεβαιώσω σοι τὴν πρᾶσιν πάσῃ βεβαιώσει. ἡ πρᾶσις κυρία καὶ βεβαία. ἔτους κε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σευήρου Ἀντωνίνου Παρθικοῦ μεγίστου Βρεταννικοῦ μεγίστου Γερμανικοῦ μεγίστου Εὐσεβοῦς Σεβαστοῦ …α. Αὐρήλιος Διονύσιος πέπρακα τὰς ὄνους καὶ ἀπέσχον παρὰ τοῦ Ἡρώδου τὴν τιμὴν ὡς πρόκειται. …