Ancient Greek
PSI 1 86
Documentary Papyri, Psi 1 86
Not analysed yet
…αι το ……ἀμφοδο… ὁμολογῶ ὀμνὺς τὴν θείαν καὶ οὐρανίαν τύχην τῶν τὰ πάντα νικώντων δεσποτῶν ἡμῶν Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος καὶ Γρατιανοῦ τῶν αἰωνίων αὐγούστων ἑκουσίως καὶ αὐθαιρέτως ἐγγυᾶσθαι Αὐρήλιον Σνεῦν Ὥρου ἀπὸ τῆς αὐτῆς πόλεως, ἀκέραιον καὶ ἐκτὸς φυλακῆς ἀναδοθέντα, ἐπὶ τῷ αὐτὸν λειτουργεῖν τῇ σῇ ἐπιεικείᾳ καὶ τὴν ὑπὲρ ἑαυτοῦ ἐνιαύσιον δημοτικὴν λειτουργίαν ἀποπληρῶσαι ὑπὲρ τῆς παρούσης ιϛ φυλῆς ὑγιῶς καὶ πιστῶς εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι· ἐὰν δὲ ἀφυστερήσῃ καὶ μὴ παραστήσω, ἐγὼ αὐτὸς τὸν ὑπὲρ αὐτοῦ λόγον ὑποστήσομαι, ἢ ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου κινδύνῳ, καὶ ἐπερωτηθεὶς ὡμολόγησα …