Ancient Greek
PSI 1 92
Documentary Papyri, Psi 1 92
Not analysed yet
Νεῖλος Ἡρωνείνῳ τῷ ἀδελφῷ χαίρειν. γιγνώσκειν σε θέλω ὅτι ὁ ἄνθρωπος ἐπηρέασεν ἡμῖν ἐνθάδε καὶ τὰ σιτάρια οὐ μετεβάλετο. κἂν νῦν οὖν σπούδασον διαπέμψεσθαι τὰς λοιπὰς ἀρτάβας δεκαεννέα παρὰ τρία ,ἐπεὶ ἐπεστάλην ὑπὸ τοῦ εὐσχήμονος ἐπὶ… …ν ὀνηλάτην πάντα τὰ ναῦλα· ὅρα οὖν μὴ περιγραφῇς καὶ πάντα αὐτῷ ἐλλογηθῇ. ἐρρῶσθαί σε εὔχομαι. ἔτους …Φαρμοῦθι β.