Ancient Greek
PSI 1 95
Documentary Papyri, Psi 1 95
Not analysed yet
Πτολεμαὶς Ἀμμωνίῳ χαίρειν. καλῶς ποιήσεις σημάνας μοι εἰ παρὰ Νικαγόρου ἢ παρὰ Ἰσιδώρου κεκόμισαι ἢ πυροὺς ἢ ἐνέχυρον, εἰ καὶ Διόδωρός σοι τὰ γράμματα ἢ οὔ· ἐὰν δὲ μηθὲν τούτων γείνηται, κἄν σε δὴ βαδίσαι εἰς …τέταρτον ἢ ἀποστεῖλαι τὴν ἐκεῖ περὶ ἁπάντων μοι φάσιν σήμανον καὶ τίνες τόποι παρέστηκαν πρὸς κατασποράν. μὴ οὖν ἀμελήσῃς ταῦτα πάντα ποιῆσαι …Ἀμμωνίωι