Ancient Greek
PSI 10 1097
Documentary Papyri, Psi 10 1097
Not analysed yet
Ἀσκληπειάδης Διονυσίου Μακεδὼν Ἡρακλείδῃ …ίου Πέρσῃ τῆς ἐπιγονῆς χαίρειν. ὁμολογῶ μεμισθωκέναι σοι τὰς ὑπαρχούσας μοι ἐκ τοῦ Ἀλεξάνδρου κλήρου εἰς τὸ ἐνεστηκὸς ὄγδοον καὶ εἰκοστὸν ἔτος ἀρούρας δέκα περὶ Σεφῦριν· τῶν ἐσομένων ὀφειλημάτων καὶ τελεσμάτων καὶ ἐπιγραφῶν τελέσεις μοι πυροῦ τετραχοινίκῳ ἀρτάβας δεκαπέντε ἐπὶ τοῦ πρὸς Ὀξυρύνχων πόλει Σαραπιείου στερεοῦ πυροῦ. καὶ δώσεις μοι ……ἀρταβιείας καὶ τοῦ ναυβίου καὶ ἀπαρενόχλητόν με ποιήσεις καὶ τοῦ ……μένου τελέσματος …