Ancient Greek
PSI 10 1099
Documentary Papyri, Psi 10 1099
Not analysed yet
Διονύσιος Χαιρήμονος καὶ ὁ τούτου υἱὸς Ὀννῶφρις ἀμφότεροι Πέρσαι τῆς ἐπιγονῆς Νεμερίᾳ Στλακκίαι …σηι χαίρειν. ὁμολογοῦμεν ἔχειν παρὰ σοῦ ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπιείου διὰ τῆς Ζωίλου καὶ Διονυσίου τραπέζης τιμὴν πυροῦ ἀρταβῶν δεκαοκτώ· γίνονται ιη· ἃς καὶ ἀποδώσομέν σοι ἐν τῶι Παῦνι μηνὶ τοῦ ἐνεστῶτος πέμπτου καὶ εἰκοστοῦ ἔτους Καίσαρος, πυρὸν νέον καθαρὸν ἄδολον, μέτρωι τετραχοινίκωι ἀγορανομικῶι, καταστήσαντες τοῖς ἰδίοις ἡμῶν ἀνηλώμασι οὗ ἐὰν συντάσσηις ἐπὶ τοῦ αὐτοῦ Σαραπιείου, ἄνευ δίκης καὶ κρίσεως καὶ πάσης εὑρησιλογίας. ἐὰν δὲ μὴ ἀποδῶμεν καθὰ γέγραπται, ἐκτείσομέν σοι τιμῆι ἑκάστης ἀρτάβης ἧς ἐὰν μὴ ἀποδῶμεν χαλκοῦ δραχμὰς τετρακισχιλίας ,τῆς πράξεώς σοι οὔσης ἔκ τε ἡμῶν ἑαυτῶν ἀλληλεγγύων εἰς ἔκτεισιν καὶ ἐξ οὗ ἐὰν αἱρῆι καὶ ἐκ τῶν ὑπαρχόντων ἡμῖν πάντων καθάπερ ἐκ δίκης …