Ancient Greek
PSI 10 1117
Documentary Papyri, Psi 10 1117
Not analysed yet
ὁμολογεῖ Τύραννος ὁ καὶ Λουρᾶς Καλλινείκου ὡς ἐτῶν νϛ οὐλὴ γαστροκνημίᾳ δεξιᾷ Ῥοδίνῃ ἀπελευθέρᾳ Ζεύδιος τοῦ Ζεύδιος ὡς ἐτῶν ξε οὐλὴ γόνατι ἀριστερῷ μετὰ κυρίου τοῦ υἱοῦ ὄντος καὶ συνεξελευθέρου Ζωίλου ὡς ἐτῶν μβ οὐλὴ καρπῷ ἀριστερῷ ἔχειν παρὰ τῆς Ῥοδίνης φερνὴν ἐπὶ τῇ ἑαυτῆς θυγατρὶ οὔσῃ καὶ συνεξελευθέρᾳ Θεναπύγχει γαμουμένῃ τῷ τοῦ Τυράννου τοῦ καὶ Λουρᾶ υἱῶι Καλλινείκῳ χρυσίου δοκιμείου τετάρτας ε σὺν κοσμαρίοις καὶ ἱματίων συνθέσεσιν ἐρεαῖς …γ συντετιμημέναις …καὶ ἐν παραφέρνοις ἑτέραν σύνθεσιν λινῆν καὶ πάλλια ε σὺν αὐτοῖς καὶ χρωμάτινα καὶ χαλκωμάτων στατήρων ὁλκῆς τετάρτας ε καὶ κασσιτερίνων στατήρων ὁλκῆς τετάρτας η καὶ κιβωτὸν καὶ δίφρον καὶ κλίνην· ἡ δὲ μήτηρ Ῥοδίνη αὐτόθεν ὁμολογεῖ προσενηνοχέναι τῇ θυγατρὶ Θεναπύγχει ἐν προσφορᾷ κατὰ τήνδε τὴν ὁμολογίαν ἀπὸ τοῦ νῦν ἐπʼ ἀεὶ τὴν τε ὑπάρχουσαν αὐτῇ ἐν Τεπτύνει ἀγορασθεῖσαν τῷ ι ἔτει θεοῦ Ἁδριανοῦ ἐπαγομένων ε διὰ γραφείου Τεπτύνεως πρότερον Πρωτᾶ τοῦ Ἑργέως οἰκίαν καὶ αἴθριον καὶ χρηστήρια καὶ ὁμοίως τὸ ὑπάρχον αὐτῇ πρότερον τοῦ ἑαυτῆς πάτρωνος Ζεύδιος τοῦ προγεγραμμένου α…της πεποιημένης τῷ ζ ἔτει θεοῦ Ἁδριανοῦ μηνὸς Τῦβι κϛ διʼ ἀγορανομείου Τεπτύνεως διαθήκης ἐν τῇ αυτῇ Τεπτύνει ἥμισυ τέταρτον μέρος οἰκίας καὶ αὐλῆς καὶ τῶν συνκυρόντων πάντων· ὧν κράτησιν καὶ κυρίαν μένειν παρὰ τῇ Θεναπύγχει καὶ τοῖς παρʼ αὐτῆς καὶ ἐξουσίαν ἔχειν ἀπογράφεσθαι ταῦτα διὰ τῆς τῶν ἐγκτήσεων βιβλιοθήκης καὶ α… …υτω… εαν αιρη προθεσμίαν τ… τῆς ὁμολογ οις αὐτόθεν εὐδοκεῖν τὴν μητέρα Ῥοδίνην. συνβιούτωσαν οὖν ἀλλήλοις οἱ γαμοῦντες ὅ τε Καλλίνεικος καὶ ἡ Θεναπύγχις ἀμέμπτως …Τυράννου τοῦ καὶ Λουρᾶ ἐναρμόζοντος κατα… ἐπὶ δὲ τοῦ χωρισμοῦ ἀνακομισάσθω ἡ Θεναπύγχις τὰ προσενεχθέντα αὐτῇ ὡς πρόκειται οι…λλα καὶ ἀποδότω ὁ Τύραννος ὁ καὶ Λουρᾶς τῇ Θεναπύγχι· τὴν φερνὴν καὶ τὰ ἐκ τῆς …η ανακομιει αὐτόθεν εὐδοκεῖν τὴν Ῥοδίνην αγρ…