Ancient Greek
PSI 10 1120
Documentary Papyri, Psi 10 1120
Not analysed yet
…δραχμὰς ἑκατὸν… καθὰ γέγραπται, ἀποτεισάτω ὁ Ἡράκλειος Λουκίῳ καὶ Γαίῳ ἑκάστης μὲν ἀποκοιτίας ἢ ἀφημερείας ἧς ἐὰν ποιήσηται ἀργυρίου δραχμὴν μίαν· τὸ δʼ ἐπιδειχθὲν κλέμμα ἢ νόσφισμα διπλοῦν, τοῦ δὲ ἀποσπασθῆναι ἐντὸς τοῦ χρόνου ἢ εἰς τέλος ἐνκαταλιπεῖν τὴν παραμονὴν τό τε ἀργύριον παραχρῆμα μεθʼ ἡμιολίας καὶ τόκον ἀφʼ οὗ ἐὰν παρασυγγραφήσῃ χρόνου δραχμὰς δύο τῇ μνᾷ τὸν μῆνα ἕκαστον καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς διακοσίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας. καὶ ἡ πρᾶξις ἔστω Λουκίῳ καὶ Γαίῳ ἔκ τε Ἡρακλείου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης, ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπιφέρῃ πίστεων. παραμείνας δὲ ὁ Ἡράκλειος τὸν ἐνιαύσιον χρόνον καὶ μετὰ τοῦτον ἀναλύων ἀπολελύσθω τῶν τοῦ ἀργυρίου δραχμῶν εἰκοσιτεσσάρων καὶ πάντων τῶν κατὰ τὴν παραμονὴν ταύτην. κυρία ἡ παραμονὴ. Ἡράκλειος ὡς ἐτῶν με μέσος μελίχρως μακροπρόσωπος οὐλὴ ὑπὸ ὀφρὺν δεξιάν. Λούκιος ὡς ἐτῶν κε μέσος μελίχρως ὑποχάροπος στρογγυλοπρόσωπος οὐλὴ κνήμῃ δεξιᾷ. Γάιος ὡς ἐτῶν λ μείζων ἢ μέσος μελίχρως μακρο-πρόσωπος ὑποχάροπος οὐλὴ ἀντικνημίῳ ἀριστερῷ ἐκτός.