Ancient Greek
PSI 10 1124
Documentary Papyri, Psi 10 1124
Not analysed yet
Ταωτίῳ Πτολεμαίου διὰ τοῦ υἱοῦ Ἀπολλωνίου τοῦ Λουρίου τοῦ καὶ Ἀπολλωνίου παρὰ Διοσκόρου τοῦ Κάστορος τοῦ Αἰλουρᾶ ἀπὸ ἀμφόδου Ταμείων Πέρσου τῆς ἐπιγονῆς. βούλομαι μισθώσασθαι παρὰ σοῦ εἰς ἔτη δύο ἀπὸ τοῦ εἰσιόντος τεσσαρεσκαιδεκάτου ἔτους Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς τὸ ἥμισυ μέρος κοινὸν καὶ ἀδιαίρετον ἐκ τῶν ὑπαρχουσῶν σοι περὶ Τεπτῦνιν κλήρου ἀρουρῶν δέκα ἢ ὅσων ἐὰν ὦσει, λεγομένων Ιλατος, τὸ μὲν πρῶτον ἔτος εἰς σπορὰν κριθῆς ἐκφορίου τοῦ παντὸς σὺν αἷς λήμψομαι σπερμάτων κριθῆς ἀρτάβαις πέντε τοῦ παντὸς κριθῆς ἀρταβῶν ἐνενήκοντα ,πάντων μέτρωι τετραχοινίκῳ θησαυροῦ Τεπτύνεως· τὸ δὲ δεύτερον ἔτος εἰς σπορὰν χόρτου κοπῆς εἰς ξηρασίαν φόρου ἀσπερμεὶ ἀργυρίου δραχμῶν ὀγδοήκοντα καὶ θαλλῶν ἐπὶ τὴν Εισειαν κατʼ ἔτος ὄρνιθος μιᾶς ἀξίας δραχμῶν δύο πάντων ἀνυπολόγων καὶ ἀκινδύνων καὶ ἐπιτελέσω τὰ καθήκοντα ἔργα ὅσα καθήκει καὶ τὰ ἐκφόρια ἀποδώσω μηνὶ Παῦνι ἐφʼ ἅλωι νέα καθαρὰ ἄδολα, τὸν δὲ φόρον Φαμενώθ, πρὸς ἐμὲ ὄντων τῶν κατʼ ἔτος φορέτρων ἐπισπουδασμοῦ, τῆς δὲ παραγωγῆς τῶν ἐκφορίων πρὸς σέ. καὶ μετὰ τὸν χρόνον παραδώσω τὰς ἀρούρας καθαρὰς ἀπὸ θρύου καλάμου ἀγρώστεως δείσης πάσης. βεβαιώσεις δέ μοι τὴν μίσθωσιν καὶ καθαρὰν ἀπὸ δημοσίων ἐὰν φαίνηται …Διόσκορος ὡς ἐτῶν κβ οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς ἔτους ιγ Ἀντωνίνου Καίρασος τοῦ κυρίου, Μεσορὴ κ. ἀναφορίου Διοσκόρου ἀρουρῶν ε Ιλατος εἰς ἔτη β. …