Ancient Greek
PSI 10 1159
Documentary Papyri, Psi 10 1159
Not analysed yet
ἐκ μεταδοσίμων καταχωρισθέντων κολλήμασι λε λϛ. Ἀρσινόῃ Ἡρακλείδου νεωτέρου τοῦ Διδύμου μητρὸς Πτολέμας τῆς Πτολεμαίου ἀπὸ Συριακῆς ιϛ ἔτει Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, Φαρμοῦθι δ, ἐπεστάλη ὑπὸ Πρωτάρχου στρατηγοῦ Ἀρσινοίτου Ἡρακλείδου μερίδος ἀντίγραφον ἀναφορίου ἐπιδοθέντος αὐτῷ ὑπὸ τῆς Ἀρσινόης, ὑφʼ ὅ ἐστιν καὶ ἀντίγραφον ἐπιστολῆς Φλαυίου Τιτιανοῦ τοῦ κρατίστου ἡγεμόνος· διʼ ὧν δηλοῦται, διὰ μὲν τῆς ἐπιστολῆς ἀξιωσάσης αὐτῆς τὸν πρεσβυτερώτατον τῶν τοῦ τετελευτηκότος αὐτῆς υἱοῦ Ἡρακλείδου παίδων, ἀνθʼ ἧς ὑπέσχετο ὁ αὐτὸς Ἡρακλείδης γυμνασιαρχίας, Μάρωνα τὸν καὶ Ἁρποκρατίωνα ἀφήλικα εἰς κοσμητείαν τοῦ ιζ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, καὶ αἰτησαμένης τῷ ἰδίῳ κινδύνῳ ἐπίτροπον τῶν ὑπὸ τοῦ Ἡρακλείδου καταλειφθέντων πάντων Μάρωνι τῷ καὶ Ἁρποκρατίωνι καὶ τοῖς ἄλλοις αὐτοῦ ἀδελφοῖς Μάρωνι ἑτερῳ καὶ Ἡρακλείδῃ καὶ Διδύμῃ, ὁμοίως ἀφήλιξι, Ἀμμώνιον Εὑρήμωνος τοῦ Μάρωνος μητρὸς Ἀνδρομάχης τῆς Ἀμμωνίου ἀπὸ ἀμφόδου Φρεμεί, ἐπακολουθούσης αὐτῆς τῇ ἐπιτροπῇ καὶ παραλαμβανούσης αὐτῆς τὰ ἐξ αὐτῶν περιγινόμενα, ὡς ὁ Ἀμμώνιος ἠξίωσε εἰς τὸ ἀσυκοφάντητον αὐτὸν γενέσθαι ποιουμένης αὐτῆς τὰ τῆς κοσμητείας καὶ τὰ ἄλλα τῶν παίδων δαπανήματα ἐπιτετράφθαι δεδωκέναι τε ἐν ὑπαλλάγματι πρὸς τὴν ἐπιτροπὴν καὶ ἐπακολούθησιν τὰ ὑπάρχοντα αὐτῇ ἐν τῇ Πολέμωνος μερίδι, ἅπερ ἐστὶν περὶ Τεβτῦνιν σιτικαὶ ἄρουραι νδ καὶ περὶ Σαμαρίαν σιτικαὶ ἄρουραι κε καὶ ἀμπελῶνος ἄρουρα α 𐅵δ καὶ φοινικῶνος ἄρουραι δ 𐅵καὶ περὶ Θεογονίδα σιτικαὶ ἄρουραι ιη καὶ καλάμου ἀρούρης 𐅵καὶ περὶ Ταλεὶ ἀμπέλου ἄρουρα α καὶ περὶ Κερκεσῆφιν σιτικαὶ ἄρουραι κη· γίνονται σιτικαὶ ἄρουραι ρκε, δενδρικαὶ ἄρουραι ζ 𐅵δ· γίνονται ἄρουραι ρλβ 𐅵δ· καὶ ἐν Τεβτύνει συνοικίαι δύο ἡνωμέναι ἀλλήλαις καὶ οἰκία διπυργία καὶ αὐλή, καθʼ ὧν οὐδὲν οἰκονομήσει ἄχρι οὗ οἱ παῖδες ἐν ἡλικίᾳ γένωνται ἐκδῶνται τε αὐτῇ τε καὶ τῷ Ἀμμωνίωι τὴν καθήκουσαν τῆς ἐπιτροπῆς ἀποχήν· ὁμοίως δὲ οὐδὲ κατʼ ἄλλου αὑτῆς, προτοῦ δὲ κατὰ μόνων ψιλῶν τόπων καὶ δουλικῶν σωμάτων καὶ δανείων καὶ ὑποθηκῶν καὶ καρπειῶν. διὸ ἐπεχε…