Ancient Greek
PSI 10 1161
Documentary Papyri, Psi 10 1161
Not analysed yet
Καλινίκῃ κυρίᾳ μου μητρὶ Ἄμμων χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν παρὰ τῷ κυρίῳ θεῷ. οἶδες μὲν καὶ σὺ τὰ ὄντα ἐν τῇ οἰκίᾳ ἡμῶν καὶ μάλιστα ὅτι ἐπὶ ξένης εἰμί. πολυπραγμόνησον οὖν καὶ ἐξέτασον καθʼ ἑκάστην ἡμέραν περὶ τῆς σωτηρίας μου. οἶδας γὰρ ὅτι οὐδένα ἔχω σὺν ἐμοί, οὐκ ἀδελφήν, οὐκ ἀδελφὸν, οὐχ υἱόν, οὐδένα ἄλλον εἰ μὴ μόνον τὸν θεόν . παρακαλῶ οὖν, κυρία μου μήτηρ, μνησθῆναί μου καὶ ἂν μιᾶς ἡμέρας, μή πως ἐπὶ ξένης ἀποθάνω μηδένα ἔχοντα. γνῶναί σε θέλω ὅτιὁ εὔμοιρος Θεαίτητος ἐτελεύτησεν, καὶ ἐνθάδε ἀφείθη ταῦτα …ἀπόδος τῇ μητρί μου Καλλινίκῃ τ…