Ancient Greek
PSI 12 1247 Vo
Documentary Papyri, Psi 12 1247v
Not analysed yet
Ἀμμωνοῦς Ἀπολλωνιανῷ καὶ Σπαρτιάτῃ τοῖς κυρίοις μου καὶ γλυκυτάτοις πατρὶ καὶ ἀδελφῷ πλεῖστα χαίρειν. γράφω ἀσπαζομένη ὑμᾶς καὶ εὐχομένη ὑμῖν τὰ ἐν βίῳ ἀγαθὰ ὑπαρχθῆναι καὶ προτρεπομένη ὑμᾶς γράφειν μοι συνεχῶς περὶ τῆς σωτηρίας ὑμῶν, εἰδότες ὅτι, ἐὰν κομίζωμαι ὑμῶν γράμματα, ἑορτὴν ἄγω. ἀσπάσασθε τὰ γλυκύτατά μου τέκνα καὶ τὴν ἀδελφὴν Διοσκουρίαιναν· ἀσπάζεται ὑμᾶς τὰ τέκνα ὑμῶν. ἀσπάζου Ἰσιδώραν καὶ τὰ τέκνα αὐτῆς. ἐρρῶσθαι ὑμᾶς εὔχομαι εὐτυχοῦντας διὰ βίου ἀεί, πάλαι ὁ στρατιώτης ἡμῖν ἐνοχλεῖ ὡς χάριν …γο…ου αὐτῷ ἐνετείλω. ἐρεῖ οὖν σοι τὸ πρᾶγμα Διογένης.