Ancient Greek
PSI 12 1250
Documentary Papyri, Psi 12 1250
Not analysed yet
…ε…με… περὶ κώμην Χύσιν Αβοκ καλουμένου ἐν κούφοις καινοκεράμοις ἀπὸ γλεύκους ἀδόλου ἐν χύματι ᾧ τὸ ὅλον γένημα ἐξαντλεῖται ἐνθάδε ἐν τῷ Ὀξυρυγχείτῃ ἅμα τρύγῃ, τῆς ἀπὸ τοῦ προκειμένου κτήματος ἐπὶ τὴν μητρόπολιν μεταφορᾶς οὔσης πρὸς ἑκάτερον μέρος κατὰ τὸ ἥμισυ . εἰ δὲ μή, ἐκτείσομέν σοι τὴν ἐπὶ τοῦ τότε καιροῦ ἐσομένην τοῦ οἴνου τιμὴν διπλῆν ὡς ἐστάθη, μένοντός σοι τοῦ λόγου περὶ ὧν ἄλλων ὀφείλω σοι ἐγὼ ἡ Διοσκουρίαινα ἀκολούθως χειρογράφου οἴνου κεραμίων διακοσίων τεσσάρων ,γεινομένης σοι τῆς πράξεως παρά τε ἡμῶν ἀλληλεγγύων ὄντων εἰς ἔκτισιν καὶ ἐξ οὗ ἐὰν ἡμῶν αἱρῇ καὶ ἐκ τῶν ὑπαρχόντων ἡμῖν πάντων. κύριον τὸ χειρόγραφον δισσὸν γραφὲν πανταχῇ ἐπιφερόμενον καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέροντι. καὶ ἐπερωτηθέντες ὑπὸ σοῦ ὡμολογήσαμεν. ἔτους ιβ αὐτοκράτορος καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ μεγίστου εὐσεβοῦς εὐτυχοῦς σεβαστοῦ, Μεχεὶρ α. Αὐρήλιος Σαραπίων ὁ καὶ Ἀπολλωνιανὸς γυμνασίαρχος σὺν τῷ ἀδελφῷ μου ἔσχον τὴν τιμὴν τῶν τοῦ οἴνου κεραμίων ἑκατὸν πεντηκοντατριῶν καὶ ἀποδώσωμεν ἐν τῷ Μεσορὴ μηνί ὡς πρόκειται. καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Σπαρτιάτης ὁ καὶ Παυσανίας διʼ ἐμοῦ τῆς μητρὸς Διοσκουριαίνης· ἔσχον σὺν τῷ ἀδελφῷ μου τὴν τιμὴν τῶν τοῦοἴνου κεραμίων ἑκατὸν πεντηκοντατριῶν καὶ ἀποδώσω, ὡς πρόκειται. καὶ ἐπερωτηθεῖσα ὡμολόγησα.