Ancient Greek
PSI 12 1257
Documentary Papyri, Psi 12 1257
Not analysed yet
ρδ Αὐρηλίῳ Θέωνι τῷ καὶ Διον… φυλάρχῃ τῆς Ὀξυρυγχειτῶν πόλεως τοῦ ἐνεστῶτος ζ ἔτους παρὰ Αὐρηλίων Ἱέρακος υἱοῦ …τοῦ καὶ Ἡρακλᾶ ἀγορανομήσαντος τῆς Ὀξυρυγχειτῶν πόλεως καὶ …Διοσκᾶτος μητρὸς Τανεχώτιδος ἀπὸ τῆς αὐτῆς πόλεως μετὰ συνεστῶτος τοῦ αὐτοῦ Ἱέρακος. βουλόμεθα πρώτως ἀπὸ τοῦ νῦν ἀναγραφῆναι ἐφʼ οὗ ἔχει ὁ Ἱέραξ ἐν τῇ αὐτῇ πόλει ἐπʼ ἀμφόδου Παμμένους Παραδείσου μέρους οἰκίας τοὺς γεγονότας τ… καὶ τῷ μετηλλαχότι αὐτῆς ἀνδρὶ Διονυσίῳ τῷ καὶ Πλουτάρχῳ Πλουτάρχου μητρὸς Τααρπαήσιος ἀπὸ τῆς αὐτῆς πόλεως υἱοὺς δύο δωδεκαδράχμους ἀπὸ γυμνασίου ὄντας πρὸς τὸ ἐνεστὸς ζ ἔτος Αὐρηλίους Ἀσκλᾶν μὲν ἐτῶν ἕξ ,Ἰσίδωρον δὲ τὸν καὶ Πανεχώτην ἐτῶν δύο · διὸ ἡμεῖς …καὶ ὀμνύομεν τὸν ἔθιμον…