Ancient Greek
PSI 12 1265
Documentary Papyri, Psi 12 1265
Not analysed yet
……τὸ κοινὸν τῶν τῆς λαμπρᾶς …πόλεως τραπεζιτῶν ἑξῆς ὑπογραφόντων Αὐρηλίῳ Χαιρήμονι …ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. …ς ἡμῶν …συστάσεως φροντίζοντες καὶ πρόνοιον ποιούμενοι τῶν λυσιτελούντων τῷ κοινῷ ἡμῶν συστήματι καὶ αὐτοῖς τοῖς δημοσίοις …χειροτονοῦμεν εἰς ἐνιαυτὸν ἕνα τὸν ἀπὸ νεομηνίας τοῦ νῦν ὄντος μηνὸς Τῦβι τῆς παρούσης δεκάτης ἰνδικτίονος ἄξιον τῆς πίστεως καὶ διοικήσεως …οι… τὰ ἀνήκοντα τῇ ἐργασίᾳ καὶ καταβαλεῖν πρὸς ὠφέλειαν τῆς ἐργασίας ἑκάστην κεφαλὴν κατὰ ὀκτωκαιδεκάτην ἑκάστου μηνὸς εἰς τὸν λόγον τοῦ συστήματος ἀργυρίου μυριάδας διακοσίας ἀπαιτουμένας διά σου τοῦ κεφαλαιωτοῦ καὶ φυλαττομένας παρὰ σεαυτῷ εἰς τὴν διαγραφὴν τοῦ πραγματευτικοῦ χρυσαργύρου. τὰ δὲ ἀναλώματα ἐπιγνῶναι ἡμᾶς κατὰ πῆγμα καὶ κατὰ τὴν ἀρχαίαν συνήθειαν παρὲξ τοῦ πραγματευτικοῦ χρυσαργύρου. διὰ γὰρ τοῦτο τὸ μέρος ἐπικ…αι εἰς ἕκαστον κατὰ τὴν προσοῦσαν αὐτῷ δύναμιν. καὶ μὴ ἐξεῖναι μηδενὶ ἐξ ἡμῶν ἀντιπαρατάττειν σοι τῷ κεφαλαιωτῇ εἰς μηδοτιοῦν· καὶ προσκαρτερεῖν ἡμᾶς ἐν τοῖς γιγνομένοις συνλόγοις πρὸς διατύπωσιν τῶν εἰς ἡμᾶς ζητουμένων. εἰς δέ τις ἐξ ἡμῶν κληθεὶς εἰς σύλλογον μὴ ὑπακούσῃ εἰς τὴν ὡρισμένην ὥραν ἄνευ κακώσεως καὶ ἀποδημίας, ἐξέσται σοι τῷ κεφαλαιωτῇ τοῦτον καταδικάσαι. εἰ δέ τις πάλιν ἐξ ἡμῶν βουληθῇ ἀντιστῆναι καὶ μὴ πισθῆναι σοι τῷ κεφαλαιωτῇ εἰς τὴν καταβολὴν κατὰ μῆνα τοῦ ἀργυρίου ὡς προδεδήλωται, ἐξουσίας σου οὔσης προσηναγκάσθαι τοῦτον καὶ ἐπαξίως ὁρίσαι κατὰ τοῦ σφάλλοντος ἐπαξίως τοῦ ἁμαρτήματος. εἰ δὲ συμβῇ τινὰ ἐξ ἡμῶν περιπεσεῖν ὀφειλήμασι ἢ ἄλλοις ζητήμασι, ἐπὶ τῷ ἡμᾶς συνελθεῖν ἀλλήλοις καὶ συνεπισκυλῆναι καὶ μὴ ἀπολειφθῆναι αὐτὸν ἄχρις οὗ ἄν λάβῃ ἀποθήσειν τὰ κατʼ αὐτὸν ἐπι…τους ὀφιλο… εὑρεθῆναι …ἐν ταῖς γιγνομέναις εὐφημίαις καὶ ἱερομηνίαις ταῖς γιγνομέναις ὑπὲρ νίκης καὶ διαμονῆς τῶν δεσποτῶν τῆς οἰκουμένης. καὶ εἰ ἀπολλειφθῇ τις ἐξ ἡμῶν ὑποκεῖσθαι αὐτὸν τῇ κατὰ συνήθειαν ζημίᾳ. εἰ δὲ καὶ σὺ ὁ κεφαλαιωτὴς καταγνωσθῇς ἔν τινι, ἐπὶ τῷ καὶ σὲ διδόναι τῇ κοινότητι χρυσοῦ οὐγκίαν μίαν · καὶ ἐπὶ τούτοις ὄμνυμι θεὸν τὸν παντοκράτορα καὶ τὴν εὐσέβειαν τῶν τὰ πάντα νικώντων δεσποτῶν ἡμῶν Θεοδοσίου καὶ Οὐαλεντινιανοῦ τῶν αἰωνίων Αὐγούστων, καὶ πρὸς ἀσφάλειαν ταύτην ἐξεθέμεθα τὴν χειροτονίαν ἁπλῆν γραφεῖσαν· καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιος Διογενιανὸς Σαραπᾶτος συμφωνεῖ μοι πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκιται. Αὐρήλιος Ἀφοῦς Γεσσίου συμφωνεῖ μοι πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκιται. ὡσαύτως Διογενιανὸς ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Αὐρήλιος Ἁρμαῖς Διονυσίου συμφωνεῖ πάντα τὰ ἐγγεγραμμένα. Αὐρήλιος Φοιβάμμων Σερήνου τραπεζίτης συμφωνεῖ μοι ὡς πρόκιται. Αὐρήλιος Ἰωάννης Δωροθέου συμφωνεῖ μοι ὡς πρόκιται. …συμφωνεῖ μοι ὡς πρόκειται. Αὐρήλιος Δωρᾶς Θεογνώστου συμφωνεῖ μοι ὡς πρόκειται. Αὐρήλιος …συμφωνεῖ μοι ὡς πρόκιται. …φιλου συμφωνεῖ μοι πάντα ὡς πρόκειται. Αὐρήλιος …θ… …συμφωνεῖ μοι ……Αὐρηλίου Χαιρήμονος κεφαλαιωτοῦ χειροτονία. …