Ancient Greek
PSI 13 1310
Documentary Papyri, Psi 13 1310
Not analysed yet
Φανίας τῶι δεῖνα τῶι πρὸς τῆι ἀγορανομίαι τοῦ Ἀρσινοίτου. τῆς γεγενημένης ὑπογραφῆς ἐπὶ τῶν τὰ προσπίπτοντα κρινόντων χρηματιστῶν ὑπόκειται τὸ ἀντίγραφον. ἐπιτελεσθήτω οὖν καθὼς συγκέκριται. …ἔτους λϛ …ἔτους λϛ …δ ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου νομοῦ. Μελέαγρος …πρωτ… ἐνδεχόμενος τ… Φανίαι… δικασταῖς ἀπὸ τῶν ἀποτεταγμένων τῆι κατοικίαι ὁ δεῖνα …χος, Πολ… καταστάντος Διονυσίου τοῦ Διονυσίου καὶ τῆς ἐντεύξεως ἀναγνωσθείσης διʼ ἧς ἐσήμανεν ἀπογεγράφθαι τὰ τοῦ τελευτήσαντος Ἀπολλωνίου τοῦ Διονυσίου ὑπάρχοντα εἰς ὄνομα τῶν νέω…ων τοῦ αὐτοῦ ἀδελφοῦ κατὰ σύγκρισιν δικαστῶν τῶν τὰ ἰδιωτικὰ κρινάντων οἷς εἰσῆγεν Διονύσιος τοῦ δεῖνα τοῦ …ἔτους Φαρμοῦθι ὅπως κατατα… καὶ νῦν προστασίαν αὐτοῦ ποιουμένου βούλεσθαι εἰς τὴν τῶν …των διατροφὴν καὶ τὴν τῆς εὐσχημοσύνης ἄλλην δαπάνην ἐγδιοικῆσαι ἀπὸ τῶν ὑπαρχόντων τοῖς ὀρφανοῖς ἐν μὲν Εὐεργέτιδι τῆι πρὸς Κροκοδίλων πόλει τοῦ αὐτοῦ νομοῦ τόπον ψιλὸν καὶ περὶ τὴν προγεγραμένην κώμην ἱερᾶς γῆς Σούχου ὅπως διευσχημονῶσι· ἠξίου γραφῆναι τοῖς τε ἀγορανόμοις καὶ τοῖς τὸ ἐπισκόπιον πραγματευομένοις, ἐὰν ποιῆται τὴν πωλὴν τῶν σημαινομένων ἐγγαίων ἐκ τοῦ τῶν παιδίων ὀνόματος, χρηματίζειν αὐτῶι· ἔπει, τοῦ Διονυσίου τὸ ἀξίωμα συνεσταμένου περὶ τῆς τῶν παιδίων διατροφῆς καὶ τῆς ἄλλης εὐσχημοσύνης, εὐγνωμον οὖν τοῦ πράγματος εἰς τοὺς ὀρφανοὺς ἀνήκοντος, μὴ ἀποπεσεῖν αὐτὸν τῶν ἐπιτελουμένων, ληφθῆναι μέντοι γε παρʼ αὐτοῦ τὴν ἐνδεχομένην ἀσφάλειαν· συνεκρίναμεν ληφθείσης παρʼ αὐτοῦ χειρογραφίας ὅρκου βασιλικοῦ τὸν μὲν ψιλὸν τόπον ἐγδιοικήσειν τῆς δὲ ἱερᾶς γῆς τὴν παραχώρησιν ποιήσεσθαι ὡς εἴθισται τοῦ πλείστου καὶ τὰ ἀπʼ αὐτῶν πεσούμενα εἰς ἕτερον μὲν οὐθὲν καταθήσεσθαι, καταχρήσεσθαι δʼ εἰς τὴν τῶν παιδίων διατροφὴν καὶ τὴν ἄλλην εὐσχημοσύνην πεμφθῆναι τῆς τε ὑπογραφῆς τὸ ἀντίγραφον τοῖς τε ἐπὶ τῶν τόπων ἀγορανόμοις καὶ τῶι πρὸς τῶι ἐπισκοπίωι ὅπως χρηματίζωσι τῶι Διονυσίωι περὶ τῶν προγεγραμμένων ὡς καθήκει καθάπερ ἠξιώκει, τῆς εὐθύνης αὐτοῦ ὄντος ἐάν τι παρὰ τὸ δέον φαίνηται ᾠκονομημένος. διʼ εἰσαγωγέως Χαιρήμονος.