Ancient Greek
PSI 13 1312
Documentary Papyri, Psi 13 1312
Not analysed yet
Πτολεμαῖος Χομήνει τῶι ἀδελφῶι χαίρειν. εἰ ἔρρωσαι εἴη ἂν ὡς βούλομαι, καὶ ἐγὼ δὲ ὑγίαινον ἐκ πολλῶν καὶ μεγάλων κινδύνων διασεσωμένος σὺν τῆι τῶν θεῶν βουλήσει, καὶ εἰδὼς ἡσθησόμενόν σε κατὰ τὸ ἐπιβάλλον καλῶς ἔχειν ἔκρινον γράψαι καὶ ἀσπάσασθαί σε διὰ τοῦ ἐπιστολίου. ἀγαθὰς οὖν ἐλπίδας ἔχε καὶ σαυτοῦ ἐπιμέλου ὅπως ὑγιαίνηις. τῶν πρώτων φίλων Χομήνει καὶ λαάρχωι