Ancient Greek
PSI 13 1339
Documentary Papyri, Psi 13 1339
Not analysed yet
……ως Παλλᾶτι καὶ Πενῆφι τοῖς φιλτάτοις χαίρειν. …ρ…η μέτρησις καλῶς προχωρεῖ εὖ ἂν ἔχοι, εἰ δὲ μή γε ὑπέρθεσθε ἕως ἂν ἢ ἐγὼ ἢ ὁ στρατηγὸς παραγένηται ἐκεῖ. τοῦτο γὰρ ὑπέσχετο ὁ στρατηγός. ὑπερθοῦ ἔως ἂν ἐξέλθω· ἐὰν δὲ ἦτε προλαβόντες καὶ ἄραντες τὸν σῖτον ἀντιγράψατέ μοι ἵνα ποιήσω τὸν στρατηγὸν γράψαι τοῖς σιτομέτραις. ἐπίτρεψον Ἀφυγχίῳ ἀποθέσθαι τὰ μαῖα αὐτοῦ ἐν τῇ ἐξέδρᾳ, ἐκ νυκτῶν δὲ τῇ κζ, καθὼς καὶ πολλάκις ὑμῖν ἔγραψα, τὸν ἰχθὺν καὶ τὰς περιστερὰς ἀνενέγκαι καὶ δέλφακας μικρὰς δ καὶ εἴ τι ἄλλο ἐφεύρηται χρησιμεῦον πρὸς τὴν ἡμέραν. ἐρρῶσθαι ὑμᾶς εὔχομαι.