Ancient Greek
PSI 13 1342
Documentary Papyri, Psi 13 1342
Not analysed yet
χμγ ἀμήν τῷ εὐλαβεστάτῳ καὶ θεοσεβεστάτῳ καὶ ἁγιωτάτῳ πατρὶ ἡμῶν ἄπα Σαβίνῳ ἀναχωρητῇ παρὰ Ὑμίου Ὥρου καὶ Ὠριγένου Ἁτρῆτος σιτολόγων κώμης Ἀλαβαστρίνης. πρὸ μὲν παντὸς χαράξεως πολλὰ προσαγορεύομεν τὴν σὴν ἁγιότητα. καταξίωσον ἡ σὴ μεγαλόνοια ἀποστεῖλαι ἡμῖν τὸ ὀλίγον κέρμα ὑπὲρ τῶν δημοσίων τοῦ ὀνόματος Βίκτορος χαλκέως, ἐπειδήπερ ἀναγκαζόμεθα ἐνταῦθα παρὰ τοῦ βοηθοῦ τῆς κώμης. τοῦτʼ ἔστιν· ἐγὼ Ὕμιος ἀργυρίου τάλαντα Βφ καὶ ἐγὼ Ὠριγένης ὑπὲρ ἀρουρῶν γ ἀργυρίου ταλάντων μυριάδα α Ηϡ ὡς εἶναι ὁμοῦ ἀργυρίου ταλάντων μυριάδας β Αυ μόνας. διὰ τοῦτο γὰρ ἐδηλώσαμεν τῇ σῇ θεοσεβείᾳ διὰ Παησίου τοῦ διακόνου. ἐπίδος τῷ εὐλαβεστάτῳ καὶ θεοσεβεστάτῳ πατρὶ ἡμῶν ἄπα Σαβίνῳ ἀναχωρητῇ παρὰ Ὑμίου καὶ Ὠριγένου.