Ancient Greek
PSI 13 1358
Documentary Papyri, Psi 13 1358
Not analysed yet
……τοὺς φύλακας Κοπρέα καὶ Σκύβαλον καὶ Ἀφροδίσιον τοὺς …ἀναδοθέντας …ρῳ Σερήνου ὑπηρέτῃ τῆς στρατιᾶς ἀκολούθως τῷ γενομένῳ ὑπό σου ὑπομνήματι, καὶ ὁπόταν ἐπιζητηθῶσιν οἱ τεταγμένοι τούτους παραστήσω· εἰ δὲ μὴ παριστῶ, ὑφέξω τὸν ὑπὲρ αὐτῶν λόγον ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἔτους κ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Παρθικοῦ μεγίστου …ρ…ικ… μεγίστου εὐσεβοῦς σεβαστοῦ, Τῦβι ιγ. Τιβέριος Κλαύδιος Πτολεμαῖος ὀμώμοκα τὸν ὅρκον ἐνγυώμενος τὸν Κοπρέα καὶ Σκύβαλον καὶ Ἀφροδίσιον ὡς πρόκιται. Τιβέριος Κλαύδιος …ος …Κοπρέα καὶ Σκύβαλον καὶ Ἀφροδίσιον.