Ancient Greek
PSI 14 1401
Documentary Papyri, Psi 14 1401
Not analysed yet
…ὀφείλημα παρευρέσει μηδεμιᾶι. τὸν αὐτὸν δὲ τρόπον μηδὲ λινυφαντεῖα καὶ λινύφων καὶ βυσσουργῶν καὶ ἐριουφαντῶν καὶ τῶν ἄλλων τῶν παραπλησίων παρευρέσει μηδεμιᾶι, μηδʼ ἄλλους κτᾶσθαι μηδὲ χρῆσθαι τοῖς λινυφαντικοῖς καὶ βυσσουργικοῖς ἐργαλέοις πλὴν αὐτῶν τῶν ὑποτελῶν καὶ τῶν βυσσουργῶν, τούτους δὲ χρῆσθαι ἐν αὐτοῖς τοῖς ἱεροῖς πρὸς συντέλειαν τῶν βασιλικῶν καὶ τὸν στολισμὸν τῶν ἄλλων θεῶν· μηδὲ τοὺς ἐπὶ πραγμάτων τεταγμένους καὶ τοὺς ἄλλους ἐπιρίπτειν τοῖς λινύφοις καὶ βυσσουργοῖς καὶ πεπλύφοις ἔργα δωρεὰν μηδὲ μισθῶν ὑφειμένων. προστετάχασι δὲ μηδένα ἀγγαρεύειν πλοῖα κατὰ μηδεμίαν παρεύρεσιν εἰς τὰς ἰδίας χρείας· μηδὲ τοὺς στρατηγοὺς μηδὲ τούς ἄλλους τοὺς πρὸς ταῖς χρείαις τῶν τε βασιλικῶν καὶ πολιτικῶν καὶ ἱερευτικῶν ἀπάγειν μηδένα πρὸς ἴδιον ὀφείλημα ἢ ἀδίκημα μηδὲ ἰδίας ἔχθρας ἕνεκεν, μηδʼ ἐν ταῖς οἰκίαις ἢ ἐν ἄλλοις τόποις συνέχειν ἐν εἱρκτῆι παρευρέσει μηδεμιᾶι. ἀφιᾶσι δὲ …αὐτ… τιο… ς προστετάχασι δὲ …περὶ τῶν …ζημιους…