Ancient Greek
PSI 14 1414
Documentary Papyri, Psi 14 1414
Not analysed yet
Διονύσιος Σαραπίωνι τῷ τιμιωτάτῳ χαίρειν. ὡς καὶ κατʼ ὄψιν σε παρακέκληκα περὶ τῆς ἐπισκευῆς τοῦ τροχοῦ καὶ νῦν σε ὑπομιμνήσκω διὰ τούτων μου τῶν γραμμάτων. ὅπως ἐπαναγκάσῃς γενέσθαι. διεπεμψάμην δέ σοι διὰ …τ… εἰς συνπλήρωσιν …υτων δραχμὰς υ· ἐὰν δέ τι προσαναλώσῃς ἐπανελθὼν σὺν θεοῖς ἀποκαταστήσω σοι. ἐπιστελεῖς δέ μοι συνεχέστερον περὶ τῆς σωτηρίας σου καὶ τῶν σῶν· τὸν υἱόν μου Διονυσάμμωνα συνεχῶς ὅρα ὡς διάγει· ἐάν τινα χρῄζωσι οἱ τρόφιμοι αὐτοῦ μὴ ὀκνήσῃς· ὅρα αὐτοὺς ὡς οἰκείους σου. γράψεις δέ μοι καὶ περὶ τοῦ ἀναλώματος τοῦ τροχοῦ. ἐὰν ἀπογραφῆς χρεία γένηται εἰσὶ ἄρουραι τριάκοντα περὶ Τερῦθιν ἐκ τοῦ Κρατιδήμου καὶ ἄλλων κλήρων ἐπικρατούμεναι ὑπὸ Διονυσίου Διονυσίου ἡ Θερμοῦθις Πλουτίωνος ἀναγραφόμεναι εἰς Πτολέμαν Διογένους κ… συμπλήρωσιν …ἀρου…