Ancient Greek
PSI 14 1417
Documentary Papyri, Psi 14 1417
Not analysed yet
Αὐρήλιος Κάστωρ Πεουῆτος μητρὸς Θαισοῦτος ἀπὸ κώμης Θαλλοῦ τοῦ μεγάλου Ἑρμοπολίτου νομοῦ Αὐρηλίῳ Ἑρμῇ Ἀνουβᾶτος μητρὸς Δημητροῦτος ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως χαίρειν. πέπρακά σοι ἐπʼ ἀγορᾶς …Ὀξυρυγχίτην ὄνον θήλειαν μυόχροον τελείαν, τιμῆς ταύτης τῆς συμπεφωνημένης πρὸς ἀλλήλους ἀργυρίου σεβαστῶν νομίσματος τάλαντον ἓν γίνεται τάλαντον α ὅπερ αὐτόθι ἀπέσχον παρὰ σοῦ ἐκ πλήρους διὰ χειρός, τὴν δʼ αὐτὴν ὄνον ἐντεῦθεν παρείληφας παρʼ ἐμοῦ ταύτην τοιαύτην ἀναπόρριφον, ἣν καὶ βεβαιώσω σοι πάσῃ βεβαιώσει καὶ τὸν ἐπελευσόμενόν σοι ταύτης χάριν ἀποστήσω παραχρῆμα ταῖς ἐμαυτοῦ δαπάναις καθάπερ ἐκ δίκης. κυρία ἡ πρᾶσις ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Γαίου Αὐρηλίου Οὐαλερίου Διοκλητιανοῦ καὶ ἔτους ϛ αὐτοκράτορος καίσαρος Μάρκου Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ Γερμανικῶν μεγίστων εὐσεβῶν εὐτυχῶν σεβαστῶν …Αὐρήλιος Κάστωρ πέπρακα τὴν ὄνον καὶ ἀπέσχον τὸ τῆς τιμῆς ἀργυρίου τάλαντον ἓν πλήρης καὶ βεβαιώσω ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Σαρα…σίου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.