Ancient Greek
PSI 14 1419
Documentary Papyri, Psi 14 1419
Not analysed yet
Αὐρήλιος Σουχάμμων Αὐρηλίῳ Θώνει τῷ πατρὶ πλεῖστα χαίρειν. καλῶς ποιήσεις ἀγοράσας μοι δύο κεράμια μοσχιδίων καὶ σφυρίον ὀστέων. ἐὰν οὖν ἔλθῃ πρὸς σὲ Ἄλφειος κόμισαι παρʼ αὐτοῦ τὴν τιμὴν αὐτῶν. καὶ σὺ δὲ ὧν ἐὰν χρείαν ἔχῃς ἐνθάδε κἀγώ σοι διὰ σπουδῆς ἐπιπέμψω ἤτοι κανίσκια ἤτοι παιδικὰ σα… ἤτοι ἄλλα τινά. ἀσπάζομαι τὰ παιδία σου καὶ τοὺς σοὺς πάντας. ἐὰν οὖν μέλλῃς τὰ μοσχίδια ἀγοράσαι, πρόσελθε Πετεσείρει τῷ ἀδελφῷ Νεικᾶ ἐξ ὀνόματός μου καὶ καλά σοι δώσει· παρʼ ἐμοὶ γὰρ ἦν ἐπιξενούμενος καὶ ἐνετειλάμην αὐτῷ περὶ τούτων. ἐρρῶσθαί σε εὔχομαι. …Αὐρηλίου Σουχάμμωνος α…