Ancient Greek
PSI 14 1428
Documentary Papyri, Psi 14 1428
Not analysed yet
καὶ πρὸ τῶν γραμμάτων τῆς ὑμετέρας λαμπρᾶς σοφίας ὥρμησα ἐπὶ τῷ ἐμὲ ἐλθεῖν πρὸς ὑμᾶς νύκτωρ καὶ σκοπῆσαι μεθʼ ὑμῶν καὶ ὡς ἔφθασα τὴν τοῦ Σαραπιήου ἦλθεν ὁ φροντιστὴς τῶν ἐκεῖ καὶ εἶπέν μοί τινα παρὰ τοῦ μεγαλοπρεπεστάτου ἄρχοντος καὶ ἔπραξέν με μὴ ἐλθεῖν ἐν τῇ πόλει. καὶ εὐθέως ἀνῆλθον εἰς τόπον ⲡⲟⲩⲣⲉϩ ἀπέλυσέν τινα πρὸς ἐμὲ διοικητὴν ὁ ἐνδοξότατος ἰλλούστριος Σαραπάμμων καί τινά μοι ἔγραψέν μοι τὰ ἀναγκάσαντα ἐμὲ ἀνελθεῖν πρὸς αὐτὸν. ἀνῆλθον ἐπὶ τῷ ἐμὲ προσκυνῆσαι αὐτῷ καὶ παραχρῆμα ὑπαναλῦσαι. οὐκ ἀπέλυσέν με μέχρι τῆς δεῦρο λέγων ὅτι ἐὰν μὴ ποιήσῃ τὴν ἑορτὴν ἐγγύς μου οὐ μὴ ἀπολύσω σε, καὶ οὐκ ἐδυνήθην λυπῆσαι αὐτόν. παρακαλῶ οὖν ὑμᾶς, ἐὰν ζητήσῃ ὁ μεγαλοπρεπέστατος …δυσωπῆσαι αὐτὸν ἕως ὅτε ποιήσω τὴν ἑορτήν, καὶ μετὰ τὴν ἑορτὴν ἔρχομαι ἵνα αὐτοπροσώπως προσκυνήσω ὑμᾶς. ἐπέγραψα δὲ Φιλοξένῳ ἵνα δώσῃ ὑμῖν τὰ καλανδικὰ εἰς λόγον τῶν οἰκετῶν ὑμῶν. καταξιώσατε οὖν ταῦτα δέξασθαι χωρὶς ὑμι… καὶ πολλοῖς ὑμῖν χρόνοις καὶ καλοῖς. ταῦτα γράφω μετὰ τῆς ἐποφειλομένης ὑμῖν παρʼ ἐμοῦ προσκυνήσεως. δεσπότῃ τὰ πάντα λαμπροτάτῳ π…φω π π…ιδ…ν…δ… λαμπροτάτῳ σχ Θεόδωρος