Ancient Greek
PSI 15 1514 (Estratto)
Documentary Papyri, Psi 15 1514
Not analysed yet
……ησομαι ο θεσμ…υ… …ωνυμου …νφοδ… …ει γὰρ πολλάκις κα… …ι εισε…ιθοντων… ἱερὸν κόσμον συντετελεσμένον ὑπὸ Ἀκουσιλάου τοῦ Νίκωνος Αἰγυπτίου καὶ λογευτοῦ ἐπιστροφὴ οὐ γέγονεν. ὅθεν καὶ ἄρτι προῆγμαι τὴν τῆς κατηγορίας ἐπίδοσιν ποιήσασθαι βοηθείας ἵνα τύχω. παρὰ τὰ ὑπὸ τῶν βασιλέων προστεταγμένα, εἰσβιασάμενος ἔνδον παρʼ ἐμοὶ καὶ διαρπάσας τοῖς θεαταῖς πολὺ τῶν κόσμων καὶ τῶν ἄλλων ἀπεχρήσατο. νῦν ἔτι ἀπὸ Παχὼν τοῦ κη ἔτους δικαιοκρισίας οὐ τέτευχα, ἀξιῶ, ἐὰν φαίνηται, ἠσφαλισμένον ἐπαναγκάσῃς τε ἀποδοῦναι τὰ διενηνεγμένα ἵνʼ ὦ ἀντιλημμένος καὶ ὑποτάξῃς τε οἷς καθήκει. εὐτύχει. ἔστι δέ· θυμιατήριον κασσιτέρινον δραχμῶν ιβ, σπονδεῖον ἀργυρίου δραχμῶν μ, λιβανωτρίδα ἀξίαν δραχμῶν δ, κίστην στολιστοῦ θεῶν ἄξιον δραχμῶν ρ, …στολιμεν… ἀξίαν ἀργυρίου δραχμῶν ζ.