Ancient Greek
PSI 15 1521
Documentary Papyri, Psi 15 1521
Not analysed yet
……κατὰ τὰ ὑπὸ τοῦ κρατίστου ἡγεμόνος Λουσίου Γέτα προστεταγμένα τὰ ὑπάρχοντά μοι περὶ Σενέπτα τῆς μέσης τοπαρχίας ἐκ τοῦ Διονυσοφάνους …κλήρου ἀρούρας δεκατρεῖς καὶ ἐκ τοῦ Μενεσθέως καὶ Ἀνδρονίκου κλήρου ἀρούρας ἓξ ἥμισυ καὶ ἐκ τοῦ Κρατίππου τοῦ Ἀπολλοδότου κλήρου ἀρούρας δεκαοκτὼ ἥμισυ τέταρτον καὶ ἐκ τοῦ …ου τοῦ Εὐκράτους ἀρούρας τρεῖς καὶ ἐκ τοῦ …νος κλήρου ἀρούρας δεκαπέντε καὶ ἐκ τῶν …νος καὶ Δημοκλείδου κλήρων ἀρούρας …καὶ ἐκ τοῦ Ἐπιμένους κλήρου ἀρούρας τρεῖς καὶ ἐν τῆι αὐτῆι κώμηι οἰκίαν καὶ αὐλὴν …το ταύτης ψιλοὶ τόποι καὶ περὶ …ν τῆς αὐτῆς τοπαρχίας ἐκ τοῦ …καὶ Πτολεμαίου κλήρου ἀρούρας δεκαέξ. …ωνος ἐπιδέδωκα τὴν γραφήν. …ου ἐπιγέγραμμαι αὐτῆς κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα. ἔτους ιδ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Μεχεὶρ ϛ Σεβαστῇ.