Ancient Greek
PSI 15 1539
Documentary Papyri, Psi 15 1539
Not analysed yet
Διονύσιος Ἀθηνοδώρωι τῶι ἀδελφῶι χαίρειν καὶ ὑγιαίνειν· Θοωνᾶς ὁ κωμογραμματεὺς τῆς Θώσβεως γέγονεν μετὰ τῶν βασιλικῶν γραμματέων καὶ ὑπὲρ τῶν κατ’ αὐτῶν ἱκανὸς γέγονεν· εὖ οὖν ποιήσεις συντάξας ἐν οἷς ἐάν σου χρείαν ἔχηι συνεργῆσαι αὐτῶι ὡς ἐν ἅπασι ἄσκυλτος κατασταθήσεται· ἄκουσον δ’ αὐτοῦ καὶ ἐντρεχὴς εἶ ἐν τοῖς γεγονόσι, καὶ σεαυτοῦ ἐπιμελοῦ ἵν’ ὑγιαίνῃς. ἔρρωσο.