Ancient Greek
PSI 15 1553
Documentary Papyri, Psi 15 1553
Not analysed yet
Πτολεμαῖος καὶ Ἡρώδης Σαραπίωνι τῶι τιμιωτάτωι χαίρειν. λαβόντες σου τὸ ἐπιστόλιον ἐγενόμεθα εὐθέως ἡμεῖς τε καὶ οἱ φίλοι περὶ τὸ διαφέρον σοι πρᾶγμα καὶ πάνυ πολλῆς ζητήσεως ἀναφανείσης καὶ σκέψεως ἑτέρας ἔδει μὲν ἡμᾶς μὴ ἀμελεῖν κατὰ πάντα τρόπον, θαυμάζομεν δὲ πῶς Διογένην τὸν σὸν οὐκ ἔπεμψας πρὸς ἡμᾶς τούτου χάριν, ἀλλὰ ἐπιστολιδίῳ ἑνὶ ἠρκέσθης· ἴσθι οὖν ἡμᾶς πάντας ὡς ἴδιον πρᾶγμα τὸ σὸν τιθεμένους, καὶ …τ…μ… θεῷ εὐχόμεθα καλῶς αὐτὸ ἀποβῆναι. τὰ αὐτὰ δὲ θέλει καὶ Κορνήλιος. οἱ φίλοι γράφουσί σοι ἀσπαζόμενοί σε. ἐρρῶσθαί σε εὐχόμεθα ὑγιεινόν. ἐρρῶσθαί σε εὔχομαι, ἄδελφε. ἐρρῶσθαί σε εὔχομαι, κύριέ μου Σαραπίων, πανοικησίᾳ ἐγὼ Θέων. σήμερον ἥ ἐστιν κζ ἑσπέρας Ἄγαυς ὁ σὸς πρὸς ἡμᾶς ἐλήλυθεν καλῶς ποιῶν ἵνα παρακολουθήσῃ οἷς ὑπὲρ σοῦ πονούμεθα ἡμεῖς τε καὶ οἱ φίλοι. Σαραπίωνι τῷ καὶ Ἀπολλωνιανῷ γυμνασιαρχ Ὀξυρύγχων πόλεως Πτολεμαῖος εὐθηνιαρχήσας Ἀλεξανδρείας.