Ancient Greek
PSI 15 1555
Documentary Papyri, Psi 15 1555
Not analysed yet
χαῖρε κυρία μου Κυριλλοῦ παρὰ Μύρωνος. κομισάμενός σου παρὰ τοῦ Σκυβάλου τὰ γράμματα, λίαν ἥσθην ὅτι ἐρρωμένοι ἐστέ· διὸ οὖν παρακαλῶ σε, κυρία, μηδὲν σὺ ποίησον ἕως γράψω σοι. κόμισαι παρὰ Διονυσίου τοῦ φίλου τ…κ…τ… ἐπιγεγραμμένου ἰσον… καὶ Ἑλένῳ ἐντέταλμαι μηκέτι φθάσας γράψαι διὰ λόγων ἀσπάσασθαι ὑμᾶς · ἄσπασαι τὸν κύριόν μου Θέωνα καὶ Σερῆνον καὶ …λαν καὶ τὸν μικρόν Θέωνα καὶ Ἡρακλάμμωνα καὶ τὸν αὐτοῦ …ν…ν καὶ τοὺς ἡμῶν πάντας· Σιλβανός καὶ Μύρων καὶ Σεραπίων ἀσπάζονται ὑμᾶς· ἄσπασαι πολλὰ Θ… τὴν Παπανοῦν. ἐρρῶσθαι ὑμᾶς εὔχομαι διὰ βίου εὐτυχοῦντας. …τ…μ… ἀδελφιδοῦς σου …Κυριλλοῦτι παρὰ Μύρωνος