Ancient Greek
PSI Congr. 11 12
Documentary Papyri, Psi 15 1558
Not analysed yet
Καλλέας Φλαυίῳ τῷ τιμιωτάτωι χαίρειν. καλῶς ποιήσεις παραλαβὼν τὰ εἴδη διὰ τοῦ Περουαν ναυτικοῦ, ὅπως παραδῷς τῇ γυναικὶ Σπαρτᾶ. καθὼς παρέλαβον σταθμῷ Κοπτιτικῷ οὕτω καὶ αὐτῇ παρέστησα οὐχ ὡς ξένοις ἀλλʼ ὡς ἰδίοις· ὡς ἀπειθῆ γὰρ εἰς τοιοῦτό τι οὐκ ἐλάμβανε· κατηγγίσθη δὲ τὰ εἴδη ὅλα εἰς σφυρίδιον ἄνευ τοῦ κρόκου, ἔξωθεν γὰρ ἀφέθη, ἵνα μὴ λακηθῇ. ἔστι δὲ τὸ καθʼ ἕν· μαστίχης μνᾶ α δραχμαὶ ρξ στύρακος πατήματος μναῖ β δραχμαὶ …του μνα- …δραχμαὶ …μαλαβάθρου μναῖ δ δραχμαὶ χ… ἀλόης ἡπατίτιδος μναῖ β …ζμύρνης μναῖ β …ἀποχύματος μναῖ β …ῥητίνης μναῖ β …ἀσφάλτου Συριακῆς μνᾶ α …κρόκου μνα- δραχμαί …γιγγιδιου ἐξόχου ὀγκίαι δ …ἀμώμου ἐξόχου ὀγκίαι β …ἀπόδος Φλαυίωι παρὰ Καλλέου …