Ancient Greek
PSI Congr. 11 14
Documentary Papyri, Psi 15 1570
Not analysed yet
ἐν ὀνόματι τοῦ θεοῦ τοῦ παντοκράτορος. παρʼ ἐμοῦ Σουβηειτ ἀμιρᾶ πρὸς Παπᾶν τὸν μεγαλοπρεπέστατον πάγαρχον Ἀπόλλωνος. εἰρήνη ὑμῖν καὶ μετὰ ταῦτα· ὁ ἀποδιδοὺς ὑμῖν τὴν παροῦσάν μου ἐπιστολὴν …μᾶλλον τῆς πόλεως ὑμῶν ὑπάρχουσιν α…τηνει… μετὰ τοῦ κατελθόντος ε…ιυ…ος πρὸ πολλοῦ τοῦ χρόνου. καὶ ὡς εἶπέν μοι ὁ πενθερὸς αὐτοῦ …ων καὶ ἐν τῇ ζωῇ αὐτοῦ ἐδανείσατο τρία ὁλοκόττινα ἀπό τινος τῆς καθʼ ὑμᾶς πόλεως δεδωκὼς αὐτῷ …τοῦ οἴκου αὐτοῦ ὑπὲρ τῶν τριῶν ὁλοκοττίνων καὶ μετὰ τὴν τελευτὴν τοῦ πενθεροῦ αὐτοῦ θέλει ἄρτι ὁ γαμβρὸς αὐτοῦ ἀπαλλάξαι τὸ χρέος αὐτοῦ καὶ ἀναλαβεῖν τὸν οἶκον αὐτοῦ. εἶπέν μοι δὲ καὶ τοῦτο, ὡς χρεωστεῖται ἀπὸ τινος τῆς αὐτῆς πόλεως νομίσματα γ, καὶ …εις τοῦ οἴκου τοῦ χρεωστοῦντος λαβὼν ὁ πενθερὸς αὐτοῦ δέδωκεν καὶ τῷ δανειστῇ αὐτοῦ. ἰδοὺ …δεχόμενος τὴν παροῦσάν μου ἐπιστολὴν παρασκεύασαι τὸν χρεωστοῦντα αὐτῷ ἀπαλλάξαι αὐτοῦ τὸ χρέος ἵνʼ ἀνάσχηται …τὸν οἶκον αὐτοῦ λαβεῖν τὰ νομίσματα γ καὶ ἀπολύσῃ αὐτῷ τὸν οἶκον ,ἐὰν δὲ ἔχει καὶ ἄλλα πράγματα αὐτοῦ ἀναδοῦναι αὐτὸν αὐτῷ. καὶ μὴ ἀμελήσῃς εἰς τὸ πρᾶγμα ἐπειδὴ ἁλιεύς μου ἐστί, καὶ συντόμως ἀπολύσατε αὐτὸν πρὸς ἐμὲ ἐπειδὴ χρεία πολλή ἐστιν αὐτοῦ· ἐὰν γὰρ ὑποστρέψῃ πρὸς ἐμὲ ἀναπόκριτος, οὐ βαστάσεις με. λοιπόν, ἔργον ὑμῖν γένηται περὶ τούτου καὶ γράψατέ μοι ἵνα μάθω τὸ πρᾶγμα τοῦτο πῶς ἀπηλλάγη· εἰ δὲ μὴ ἀνάσχωνται ἀπαλλαγῆναι πρὸς αὐτόν, πέμψον μοι αὐτοὺς μετὰ πάσης συντομίας· …καὶ εἰρήνη ὑμῖν. Θὼθ κζ ἰνδικτίονος ια ἀποδοθήτω Παπᾶ τῷ μεγαλοπρεπεστάτῳ καὶ θεοφυλάκτῳ παγάρχῳ Ἀπόλλωνος παρὰ Σουβηειτ ἀμιρᾶ