Ancient Greek
PSI 16 1625
Documentary Papyri, Psi 16 1625
Not analysed yet
Ἑρμα…ι τῶι φιλτάτῳ χαίρειν. ὡς ὑπέσχου …ξα… δοῦναί μοι πλοῖον ἀχύρου, ἐρωτηθεὶς τάχιόν μοι δὸς ἐπεὶ καὶ τὸ ὑδάτιον ἐκλείπει καὶ αἱ βόες μου ὑστερήθησαν ἐκλελοιπότος τοῦ ἐμοῦ. μόνον δὲ βρώσιμον ἐὰν δέ πως εὕρῃς, καὶ εἰς πηλόν, ἤτοι διά τινος τῶν σῶν ἢ καὶ πράσιμον, δήλωσόν μοι ἵνα ἀγοράσω. καὶ Εὐτυχίδης δὲ ὁ μικρός σου ἔδωκέ μοι πέρυσι πλοῖον· ἐρώτησον οὖν καὐτὸν δοῦναί μοι ὅσου πέρυσι ἔδωκε. ἔρρωσο