Ancient Greek
PSI 17 1699
Documentary Papyri, Psi 17 1699
Not analysed yet
ἐμίσθωσεν Ἀπίων Ὡρίωνος τῶν γεγυμνασιαρχηκότων τῆς Ὀξυρυγχειτῶν πόλεως διὰ …ως ἐπιτρόπου Σαραπίωνι …υ τοῦ Σαραπίωνος ἀπὸ Ἑρμοῦ πόλεως τῆς μεγάλης …σ… ἀπὸ νεομηνίας Φαρμουθὶ τοῦ ἐνεστῶτος τεσσαρασκαιδεκάτου ἔτους ἕως Φαμενὼθ τοῦ ἰσιόντος πεντεκαιδεκάτου ἔτους ἀπὸ τῆς ὑπαρχούσης αὐτῷ πρότερον τῆς γυναικὸς αὐτοῦ …τος οἰκίας κοιτῶνα ὅ ἐστιν τόπος ἐπίπεδος ἐξέδρας ἐνοικίου μηνὸς ἑκάστου ἀργυρίου δραχμῶν …μιᾶς. βεβαιουμένης δὲ τῆς μισθώσεως ἀποδότω ὁ μεμισθωμένος ἐνοίκιον ἐν προθεσμίαις τρισὶ διὰ τετραμήνου τὸ αἱροῦν χωρὶς ὑπερθέσεως καὶ μετὰ τὸν χρόνον παραδότω τὸν τόπον καθαρὸν ἀπὸ πάσης ἀκαθαρσίας καὶ τὰς …θύρας καὶ κλεῖδας ἢ ἀποτεισάτω μεθ’ ἡμιολίας. καὶ ἡ πρᾶξις ἔστω ἔκ τε αὐτοῦ καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων. κυρία ἡ μίσθωσις. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ …